Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
216. * ἐν δʼ ὀαριστύς ἔν τισι τῶν ὑπομνημάτων ἡδʼ ὀαριστύς.
216, 217. ἐν δʼ ὀαριστὺς πάρφασις συναπτέον ἀμφότερα τὰ ὀνόματα· τὴν γὰρ παραλογιστικὴν ὁμιλίαν διʼ ἀμφοτέρων δηλοῖ.
218. *τόν ῥά οἱ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ αὐτῆς ταῖς χερσίν.
219. τῆ νῦν τοῦτον ἱμάντα ὅτι τὸ κατὰ τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εἶπε, καὶ ὅτι τὸ τῆ λάβε ἐστίν.
221. ἄπρηκτόν γε νέεσθαι τουτέστι πορεύεσθαι· οὕτως Ἀρίσταρχος. Δημήτριος δὲ γενέεσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ τὸ γενέσθαι γενέεσθαι γένηται.
223. μειδήσασα ὅτι ἐπὶ τῇ φήμῃ οἰωνισαμένη ἐμείδησε· προείρηκε γὰρ “οὐκ ἔσῃ ἄπρακτος.” καὶ ἐν Ὀδυσσείᾳ (18, 112) τὸ ὅμοιον· “Ζεύς τοι δοίη, ξεῖνε, ὅττι μάλιστʼ ἐθέλεις· ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύς.”
* Ἀρίσταρχος μέσῳ, ἄλλοι δὲ ἑῷ.
225. * ὅτι ὅρος ὁ Ὄλυμπος· τὸ γὰρ ῥίον ἰδίως ἐπʼ ὅρους τάσσεται.