Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

203. * Ῥείης διὰ τοῦ ᾱ Ῥείας αἱ Ἀριστάρχου. οὕτως καὶ Ἀριστοφάνης.

205-207. τοὺς εἶμʼ ὀψομένη ὅτι νῦν καλῶς λέγονται, ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία (303) οὐκέτι.

206. * ὅτι παραλλήλως δηρόν καὶ χρόνον.

208. κείνω κείνων σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος. Ἀρίσταρχος δὲ ὁμηρικώτερόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν ψυχήν· ἐγχωρεῖν δὲ καὶ μετὰ τοῦ ν, εἰ κείνων τὸ κῆρ πείσασα. οὐ δεῖ δὲ ξενίζεσθαι ἐπὶ ταῖς τῶν πτώσεων ἐναλλαγαῖς.

209. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι ὅτι τὸ ὁμωθῆναι οὐκ ἔστιν ὁμοιωθῆναι, ἀλλʼ ὁμόσε ἐλθεῖν φιλότητι. δασυντέον δὲ τὸ ο, ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον.

[*](5. οὕτως addidit Lehrsius. 21. οἵ μʼ ἐν] οἵ με: sed in marg.)[*](14. ἢ] καὶ Friedl. adscriptum οἵ μʼ ἐν σφοῖσι, quod)[*](16. δός μοι νῦν] δὸς νύν μοι νῦν recepi. Conf. ad v. 303.)
44

213. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἀθετεῖται, ὅτι ἐκλύει τὴν χάριν, εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αὐτῆς. προηθέτει δὲ καὶ Ἀριστοφάνης.

214. ἦ καὶ ἀπὸ στήθεσφιν ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος, ἀπὸ τοῦ διὰ τὰς ῥαφὰς κεκεντῆσθαι, ἐμπεποικιλμένης τῆς φιλότητος καὶ ἱμέρου καἰ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα, ὡς ἔνιοι τῶν ἀρχαίων· διὸ καὶ ἐπʼ ἄλλου λέγει “ ἄγχε δέ μιν πολύκεστος ἱμάς” (II. 3, 371).