Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή σφόδρα συνετῶς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπὸ μέθης τὸν λογισμόν. δηλοῖ δὲ ὡς οὐδὲ ἡ χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται. ἐζήτηται δὲ πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει χρόνον, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς Λ. καὶ ῥητέον ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλʼ Ὅμηρος κατὰ παρέκβασιν ἀπαγγείλας τὰς πράξεις, βουληθείς τε ἐπὶ τὸν Νέστορα μεταβῆναι, πάλιν ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο ἀφʼ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα.

στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὁ γὰρ λόγος, Νέστορα δὲ καίπερ πίνοντα ὅμως οὐκ ἔλαθεν ἡ βοή· πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνοντος ψυχή. ἀπρεπὲς δέ τινες οἰηθέντες εἶναι καὶ οὐ κατὰ πρεσβύτην τὸ πίνειν, ἐπὶ τὸ ἰαχή στίξαντες τὰ ἑξῆς συνάπτουσι, πίνοντά περ ἔμπης ἀλλʼ Ἀσκληπιάδην. πρὸς δὲ τῷ μὴ εἶναι Ὁμηρικὸν τὸ ὑπερβατὸν, καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ οὗ καὶ τὴν ἀρχὴν ἐζητεῖτο εἰ δεόντως τετρωμένος οἷνον προσεφέρετο. βελτίων οὖν ἡ συνήθης ἀνάγνωσις.

σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι, ὡς τὸ “καὶ τότʼ ἐγὼ Κίρκης λαθόμην” ἐν Ὀδυσσείᾳ (12, 226).

3. τὸ ἔσται τοῦ γενήσεται διαφέρει· τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς “ἔσται γέρων ὅδε, “τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος, ὡς τὸ “γενήσεται παῖς.”

5. πῖνε ἀντὶ τοῦ πῖθι, ὡς τὸ “διεφαίνετο χῶρος πιπτόντων (Il. 10, 199) ἀντὶ τοῦ πεσόντων.

7. βρότον ὅτι οὐ πᾶν αἷμα βρότος, ἀλλὰ τὸ ἀπὸ βροτοῦ πεφο- νευμένου. τὴν δὲ πρόθεσιν ἀναστρεπτέον· τὸ γὰρ ἑξῆς ἐστὶν ἀπολούσῃ.

8. ὅτι τὸ τάχα ἀντὶ τοῦ ταχέως, καὶ ὅτι περιωπὴ τόπος ἐξ οὗ περιόψεταί τις πάντα. καὶ τὸν Ἀγαμέμνονα (Il. 10, 11) νοητέον προεληλυθέναι ἐπί τινα τοιοῦτον τόπον, ἵνα ἴδῃ τὰ τῶν Τρώων πυρά.

[*](2. σφόδρα] *Πορφυρίου. σφόδρα 22. *ὅδε] ὧδε)[*](6. *χρόνον] om. *τοῦ] om.)[*](8. *τε] δὲ)[*](* ὡς τὸ] om.)[*](15. τῷ Bekkerus] τὸ 25. *ἀντὶ] ἀλλʼ ἀντὶ)
34

11. ὁ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο πιθανῶς ὁ νέος εἰσῆκται κεχρη- μένος τῇ χρυσῇ ἀσπίδι· προείρηκε γὰρ περὶ αὐτῆς ὁ ποιητὴς, ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβοιμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει, πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν” (Il. 8, 191).

13. ὅτι οὐ κατὰ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη, ἀλλ᾿ ἐπὶ τὴν περιωπὴν προῆλθεν.

15. ἐρέριπτο ἔστι ῥῆμα ἐρίπτω, σημαῖνον τὸ πίπτω· “ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἢ ἀχερωίς” (Il. 13, 389). σημαίνει δὲ καὶ τὸ καταβάλλω· “ῥεῖʼ ὄχθας βαθείας ποσσὶν ἐρίπτων” (Il. 15, 356) ἀντὶ τοῦ καταρίπτων καὶ καταβάλλων. οὗ γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι, καὶ ἤριμμαι παρακείμενος, καὶ ἠρίμμην ὑπερσυντέλικος, ἤριψο ἤριπτο, καὶ Ἀττικὸς διπλασιασμὸς ἐρήριπτο, καὶ κατὰ συστολὴν ἐρέριπτο.

16. *πορφύρῃ ἐν τῇ Ζηνοδότου πορφύρει διὰ τῆς εῑ. ὡς δʼ ὅτε πορφύρῃ ὅτι πορφύρῃ μελανίζῃ. εἴωθε δὲ, ὅταν ἀρχὴν λαμβάνῃ κινήματος ἡ θάλασσα, μελανίζειν· διὸ μεταφέρει ἐπὶ τοὺς κατὰ ψυχὴν μεριμνῶντας καὶ ταρασσομένους. καὶ ὅτι κωφῷ λέγει τῷ ἀφώνῳ καὶ μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ἠχήν· μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ.

18. *οὕτως οὐδʼ ἄρα τε, διὰ τοῦ τε, αἱ Ἀριστάρχου.

20. δαϊζόμενος κατὰ θυμόν διχῆ μεριζόμενος τῷ σκέμματι τὸν λογισμὸν, τουτέστιν ἐπὶ πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος.

21. διχθάδιʼ τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ καὶ Ἀρίσταρχε βούλεται. διὸ τὴν χθᾱ συλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺς βουλομένους εἶναι “διχθαδίῃ μεθʼ ὅμιλον” καὶ τὴν δῑ συλλαβὴν ὀξύνοντας.