Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

791. Ὀρθαῖον ὡς Ἀλκαῖον, ἐπεὶ, φησί, τὰ διὰ τοῦ αῑος τρισύλλαβα, ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος ἑρσαῖος ἀρχαῖος Ἀρναῖος Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ “ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν” (Od. 16, 471) ὡς εἰς ἰδιότητα. καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθήναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος προπερισπωμένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώρηκεν.

793. ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τοὺς ἔμπροσθεν παραγενο ἐπικούρους, ἤτοι οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς Τρωσὶν ἀντὶ τῶν πρότερον συνεργούντων αὐτοῖς πολιτῶν· διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι οἱ πρῶτοι, κεκμηκότες κατὰ μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων ἀπεπέμποντο, ὡς εἰκός. ἐξ ἀμοιβῆς ἀμύνοντες. ἢ οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξίν (Il. 3, 188). ἐπιφέρει γὰρ “ἠοῖ τῇ προτέρᾳ·” λέγει γὰρ ἐν τῷ καταλόγῳ “Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής” (Il. 2, 861). οἷον ἀμοιβοί πεζοί· διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται ἡ τῶν πεζῶν ἔφοδος.

797. * οὕτως μετὰ τοῦ συνδέσμου, θεσπεσίῳ δʼ ὁμάδῳ.

[*](4. δὲ μεμαῶτες] δʼ ἐμμεμαῶτες alium locum in mente habuit Cobetus. Nam quod nunc in scholiasta, ubi Ἑρμαῖον κάρα pro textu legatur δʼ ἐμμεμαῶτες male Ἑρμῆς dictum erat, ut monet legi pro δὲ μεμαῶτες, quae Aristar- Lehrsius. chi sit scriptura. 13. θ᾿ Cobetus] δʼ)[*](12. Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ] 27. *οἷον] οἷοι Apud Sophoclem Phil. 1459 Ἑρ- *πεζοί] om. μαῖον ὄρος legitur. Sed fortasse 28. *ἡ] om.)
32

799. διασταλτέον βραχὺ φαληριόωντα καὶ ἄλλα· στικτέον δὲ αὐτὰρ ἐπʼ ἄλλα.

803. πρὸ ἕθεν ὁμοίως τῷ ἀπὸ ἕθεν (Il. 6, 62) ἀναγνωστέον κατʼ ὀρθὴν τάσιν. προείρηται δὲ περὶ τῆς ἀντωνυμίας.

808. ὅτι Ζηνόδοτος ὑποτάσσει “λίην γάρ σφι πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ.” τοῦτο δὲ ἐπὶ τῶν προκειμένων δηλοῦται. καὶ ὁ Ἀρίσταρχος περὶ τοῦ στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις ἐφέρετο.

809. βιβάσθων Τυραννίων περισπᾶ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ σ, ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστός ἀίσθων· γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν τοῦ τέλους εἰς θω βαρύτονον ῥήματα, ἐγερτός ἐγέρθω, ἐρεκτός ἐρέχθω, ἀϊστός ἀίσθων· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον.

810. * Ἀρίσταρχος αὕτως· ἄλλοι δὲ ούτως.

820. *ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

824. βουγάϊε τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ δρομικὸν, ὡς Ἀχιλλεὺς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι γαίων, ὅ ἐστι γαυριῶν. οἱ δὲ βουκάϊε, ὅ ἐστιν ἀγροῖκε βοῦ. Νίκανδρος δέ φησιν ὅτι Δουλιχιῶται καὶ Σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα, μηδὲν δὲ ἰσχύοντας, βουγαΐους καλοῦσιν.

Ζηνόδοτος βουγήϊε διὰ τοῦ η· ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ ᾱ, τάχα ἐπεὶ γαίων ὡς ἐπὶ τὸ πλεῖστον ὁ ποιητὴς λέγει.

830. * σημείωσαι τὸν χρόα.

832. * ἐπί ἐν ἄλλῳ παρὰ νηυσίν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

[*](5. Ζηνόδοτος Bekkerus] σύνοδος tum alibi non lectum. 11. περιπλεονάσαντος] Composi- 26. σημείωσαι] ση)