Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

5. Ἀγαυῶν Ἱππημολγῶν Ἀγαυοὶ ὄνομα ἔθνους· ἵππους δὲ ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. Δημήτριος δὲ ἀγαυοὺς τοὺς εὐειδεῖς.

6. γλακτοφάγων Ἀβίων τε πολλῶν εἰρημένων περὶ τούτων πολλοῖς, βέλτιον, ὡς Ἀριστάρχῳ ἐδόκει, καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τὸν στίχον, καὶ διαστέλλειν βραχὺ μετά τε τὴν πρώτην λέξιν καὶ μετὰ τὴν δευτέραν, ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων κοινὸν ἐπὶ πάντων νοούμενον μείζονα τὴν ἱστορίαν ἐμφαίνῃ.

* Ἀρίσταρχος χωρὶς τοῦ τε, δικαιοτάτων ἀνθρώπων.

Ἀβίων τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς ἐστιν· οὓς δή φησιν ἀπάντων εἶναι δικαιοτάτους, ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις δὲ καὶ αὐτομάτως ἡ γῆ βίον φέρει, οὐδέ τι ζῷον ἐσθίουσιν. τούτους Αἰσχύλος ἀβίους φησίν. ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν. ἢ ἅμα βίῳ πορευόμενοι. ἢ ὅτι ἄοικοι. οἱ δὲ τὸ α κατʼ ἐπίτασιν, ἵνʼ ᾖ πολυβίων καὶ πολυετῶν, ὅτι μακρόβιοι. ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. τινὲς δὲ τούτους Σαρμάτας φασίν· λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν

πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπι πρὸς αὐτόν. δικαιοτάτους δέ φησιν αὐτοὺς διὰ τκηρυκεύσασθαιὸ ἀνεπίμικτον, ὡς καὶ Αἰθιοπῆας· ἢ ὅτι οὐκ ἠθέλησαν συστρατεῦσαι Ἀμαζόσιν εἰς Ἀσίαν.

8. *οὐ γὰρ ὅτʼ ἀθανάτων Ἀριστοφάνης διὰ τοῦ ε, οὐ γὰρ ἔτʼ ἀθανάτων.