Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ἐπεὶ οὗν ἐπειδή. ὅσα δηλοῖ τὸ ἐπεί, τὸ ὅτι “ ἐπεὶ πολὺν ὤλεσα λαόν” (Il. 2, 115), καὶ ὅτε, ὡς νῦν, καὶ ἐπειδή, καὶ ἀφʼ οὗ.

Τρῶάς τε καὶ Ἕκτορα ὅτι κεχώρικε τῶν Τρώων τὸν Εκτορα, ὡς κἀκεῖ “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος, οὐδʼ ἄῤ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος” (Il. 2, 641).

ἄλλως· κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατʼ ἐξοχήν. μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου καὶ μετὰ τὸν θάνατον τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρῳάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παῤ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες διὰ τιμῆς ἔσχον Ἔκτορα, κατά τε τοὺς ἐπείγοντας καιροὺς ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.

2. *παρὰ τῇσι Ζηνόδοτος καὶ Ἀριστοφάνης περὶ τῇσι. μήποτʼ οὖν διχῶς.

*ὅτι πόνον τὸ κατὰ πόλεμον ἔργον εἴρηκεν.

3. τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, σύνηθες δέ ἐστιν Ὁμήρῳ· “ὄσσε πάλιν κλίνασα” (Il. 3, 427). οἱ δὲ, ἀνὰ μέρος Μυσίαν καὶ Θρᾴκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ· “πάλιν ποίησε γέροντα” (Il. 16, 456). καὶ εἰς τοὐπίσω· “πάλιν ἐρύσασα” (Il. 5, 836). καὶ ἐναντίον· “οὐδὲ πάλιν ἐρέει” (Il. 9,56).

[*](6 ὅτι—] Textui praescriptus 9. ἄλλως] *Πορφυρίου asteriscus cum diple a. m. rec. 21. *εὐθέος] εὐθέως)[*](7 οὐδʼ ἄῤ ἔτʼ] οφδέ τʼ *δηλοῖ—έστιν Ὁμήρῳ] om.)
2

4. βραχὺ διασταλτέον ἐπὶ τὸ νόσφιν· ἀναφέρει γὰρ αὐτὸ ἐπὶ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας.