Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

754. ὅτι νιφόεντα τὰ ὄρη. καὶ Ὄλυμπος τοιγαροῦν ὄρος· νιφόεις γὰρ λέγεται (Il. 18, 615).

759. *Ὑρτάκου ὡς θυλάκου· τὰ γὰρ εἰς κος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα, προπαροξύνεται, Λάμψακος Ῥρύνδακος· “Ῥύνδακον ἀμφὶ βαθύσχοινον.” οὕτως οὖν καὶ Ὕρτακος.

761. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ὅτι συλληπτικῶς ἐπὶ τῶν τετρωμένων καὶ τῶν ἀπολωλότων· οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι, οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες.

764. βεβλημένοι οὐτάμενοί τε ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους βεβλημένοι δόρατι ἢ ἰῷ, οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει ἤ τινι τοιούτῳ.

*ὅτι πάλιν συλληπτικῶς· οἱ μὲν γὰρ ἐβέβληντο, οἱ δὲ οὐτάμενοι ἦσαν.

765. * ὅτι τοῦ ναυστάθμου τὰ ἀριστερὰ λέγει.

772. ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλὰ ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον διʼ Ἀλέξανδρον πράττεται.

κατʼ ἄκρης ἕως τῆς ἀκροπόλεως· τινὲς δὲ κρῆς μονοσυλλάβως, ἐπεὶ καὶ κρῆθέν φησιν.

*κατὰ κρατός.

773. * ὅτι θηλυκῶς ἡ Ἴλιος, καὶ τὸ τοί παρέλκει· οὐ γὰρ αὐτῷ μόνῳ ἦν ὄλεθρος, ἀλλὰ καὶ τοῖς ἄλλοις.

*νῦν σοι ζήσεται αἰπὺς ὄλεθρος.

777. *τι τὸ μέλλω ἀντὶ τοῦ ἔοικεν.

[*](1. πρὸς — ἔην] Haec aliena esse 27. *πράττεται] πράττει monet Friedlaenderus. 33. ζήσεται] ζώσεται)
31

782. ὅτι συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ἐπʼ ἀμφοτέρων τέταχεν· οὐ γὰρ ἀμφότεροι ἐτύπησαν, ἀλλʼ ὁ μὲν Ἕλενος ἐβλήθη, ὁ δὲ Δηΐφοβος ἐτύπη.

785. *οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ μεμαῶτες.

786. *ἀλκῆς ἀντὶ τοῦ ἀλεξήσεως καὶ βοηθείας.

787. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν τὸ ἑξῆς, οὐκ ἔστι πολεμίξειν· τὸ δὲ ἐσσύμενον διὰ μέσου. οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατέρωθεν.