Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

366. Κασσάνδρην ἀνάεδνον ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευόμενοι. διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον αἰτεῖ τὴν Κασσάνδραν.

*βραχὺ διασταλτέον ἐπὶ τὸ ἔργον· ἐμφαίνει γὰρ μᾶλλον.

367. * ἀπωσέμεν Ἀρίσταρχος ἀνωσέμεν.

371. Ἀρίσταρχος βιβάντα ὡς δαμέντα, ἀπʼ εὐθείας τῆς μακρὰ βιβάς. καὶ οὕτως ἔχει ἡ ὑγιὴς ἀνάγνωσις.

[*](1. κτεινομένων] κατατεινομένων ἡ μὲν Ζηνοδότου ἀνωσέμεν, Ἀρίσταρ- Bekkerus. χος δέ φησι μὴ λέγεσθαι τὸν ἐκ Τροίας)[*](*τῶν μὴ] καὶ μὴ πλοῦν ἀναγωγήν: vid. W. Ribbeck.)[*](3. *συστῆσαι] συστῆναι in Philologo vol. 9 p. 47.)[*](11, 12. Scholion ab alia manu Scribendum igitur in scholio Townleiano cum Cobeto Mnem. scriptum.)[*](15. υἱὸν ἐόντα] om. novae vol. : p. 44. αἱ μἐν Ἄρι-)[*](19. τοιούτοις] τὸ πρόβλημα addit στάρχου ἀπωσέμεν, Σηνόδοτος δὲ ἀνωσέμεν. Friedlaenderus. Ἀρίσταρχος δέ φησι μὴ λέγεσθαι)[*](23. γὰρ μᾶλλον addidit Co. τὸν ἐκ Τροίας πλοῦν ἀναγωγήν.)[*](25. Ἀρίσταρχος βιβάντα] Fallitur betus.)[*](24. Collato scholio codicis Town- scholiasta: nam Aristarchus haud leiani, etsi ipso quoque per- dubie βιβῶντα probaverat, ut 3, 22 verso, hoc dicendum fuisse patet et alibi.)
19

372. ὅτι χαλκοῖ οἱ θώρηκες. πρὸς τὸ “ὀλίγος μὲν ἔην λινοθώροξ” (Π. 2, 529).

374. αἰνίζομʼ φέρεται καὶ διὰ τοῦ ξ, αἰνίξομαι, ἀντὶ τοῦ ἐπαινέσομαι· οἱ δὲ, διήγημά σε ποιήσομαι, παρὰ τὸν αἶνον. Ζηνόδοτος αἰνίσσ ομαι.

377. τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλλαβὴν, ἵνα ἡ ἡ φράσις δεικτική. τινὲς μὲν ὥξυναν, ἵνα τοῦ τὰ αὐτά ὑπάρχη συναλοιφή. ὅπερ οὐ πιθανόν.

381. οὕτως συνώμεθα, ἀντὶ τοῦ συμβόλαια καὶ συνθήκας ποιησώμεθα. τοῦτο δὲ Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταυτὸν γὰρ τῷ συνθώμεθα. ἐσχημάτισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς διανοίας. εἰσὶ μέντοι οἳ ἐψίλωσαν, οὐκ εὖ.

382. ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστῆρες· ἐεδνωταὶ δὲ κηδεσταὶ, πενθεροί· οὗτοι γὰρ τὰ ἕδνα παρὰ τῶν μνηστευομένων ἐδέχοντο.

ἑεδνωταί, ὡς χρυσωταί καὶ ποιηταί· οὕτως πάντες. Τυραννίωνδὲ προπερισπᾷ οὐχ ὑγιῶς· προείρηται δὲ ἡμῖν τὰ τῆς προσῳδίας, ὡς τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρᾷ παραληγομενα, ὀξύνεσθαι θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ τὸ ἐεδνωτής, σχηματισθὲν παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53). περὶ δὲ τῶν ἀήτης καὶ κυβερνήτης βαρυνομένων λόγον δίδομεν.

383. *εἷλκε οὕτως Ἀρίσταρχος ἕλκε.

*διὰ κρατερήν γρ. κατὰ κρατερήν.

384. *ἦλθεν ἀμύντωρ Ἀρίσταρχος ἦλθ’ ἐπαμύντωρ.

389. ἀχερωΐς ἡ λεύκη, παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος ποταμοῦ τῶν καταχθονίων κομισθῆναι αὐτὴν ὑπὸ Ἡρακλέους, στεψαμένου αὐτὴν ἐπὶ τῇ Κερβέρου νίκῃ.

390. βλωθρή τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτοὺς, ἤτοι φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρσηνοὺς, ἢ σκληράν, κατὰ Καρυστίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, δρυσὶν ὑψικόμοισιν, ἰτέαι ὠλεσίκαρποι, αἰγείρων ὑδατοτρεφέων, τανύφλοιόν τε κράνειαν, ἐλαίης τανυήκεος.

οὔρεσι τέκτονες δύο δεῖ ποιεῖν, οὔρεσιν, εἶτα τέκτονες, οὑχ ὑφʼ ἓν, ὥς τινες· τί γὰρ πλέον σημαίνεται ἐκ τῆς συνθέσεως;

[*](9. συνώμεθα] συνὥμεθα vol. 2 p. 179] ἐνεδέχοντο)[*](14. ἐδέχοντο Cobet. Mnem. novae 33. *ἐλαίης τανυήκεος] om.)
20

391. νεήκεσι ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων. ὁ δὲ Ἀσκαλωνίτης ὡς εὐγενέσιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην, εὐτυχοῦς εὐτυχές εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης μεγακήτης.

393. βεβρυχώς βρυχώμενος, σπώμενος, καὶ συντρίβων τοὺς ὀδόντας, ἢ δάκνων. μεμίμηται δὲ τὸ γινόμενον πάθος περὶ τοὺς βιοθανατοῦντας· εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν.

399. *αὐτὰρ γʼ ἀσθμαίνων Ἀρίσταρχος χωρὶς τοῦ γ, αὐτὰρ ὁ ἀσθμαίνων.

403. * Ἄσίου ἀχνύμενος ὅτι παρεῖται ἡ πρόθεσις, περὶ Ἀσίου.

407. *κανόνεσσʼ ἐκ πλήρους αἱ Ἀριστάρχου κανόνεσσι.

408. ὅτι τὸ πᾶς ἀντὶ τοῦ ὅλος. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “πᾶσαι δʼ ὠίγνυντο πύλαι” (Π. 8, 58) ἀντὶ τοῦ ὅλαι.

415. πυλάρταο κρατεροῖο ὅτι τοῦ ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος, ὅ ἐστιν ἁρμόζοντος. ἀμφότερα γὰρ πρὸς ἓν ληπτέον.

*οὕτως ἰόντα διὰ τοῦ ι αἱ Ἀριστάρχου.

420. περίβη πρὸς τὴν ἐξήγησιν τοῦ “ὃς Χρύσην ἀμφιβέβηκας” (Π. 1, 37) ἀντὶ τοῦ ὑπερμαχεῖς, κατὰ μεταφορὰν τῶν τετραπόδων.