Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

288. βλεῖο βληθείης. ἔστι δὲ ἀκόλουθον μετοχῇ τῇ βλέμενος·

[*](2. *Αἰολικῶς] om. (Od. 4, 452).)[*](*Ἴωνι] om.)[*](30. βλεῖο—θεῖο] Nihil habet)[*](3. μέν] om. commune βλεῖο cum θεῖο θέμενος, et)[*](13. παμφανόωντα] παμφανόοντα participium βλέμενος in gramma-)[*](19. λεγοίμεθα] τῷ λέγεσθαι addit ticorum cerebris natum est. Ho- Friedlaenderus. merica sunt ἡ δουρὶ τυπεὶς ἡ βλή-)[*](20. ἀριθμοίμεθα] *ἀριθμοίμεθα, μένος ἰῷ et similia. Toto coelo “ἐν δʼ ἡμᾶς πρώτους λέγε κήτεσιν” diversa est ratio in βλείης apud)
15

κέχρηται Ἐπίχαρμος καὶ τῷ ἐνεργητικῷ· “αἴκα τὺ βλείης σφενδόνᾳ.” ὡς οὖν θέμενος θεῖο, οὕτω βλέμενος βλεῖο· τὸ δὲ βλείης τῇ βλείς παράκειται.

*ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τύψαι.

289. *οὕτως Ἀρίσταρχος, οὐκ ἄν, διὰ τοῦ α· αἱ δὲ κοιναὶ οὔ κεν.

298. * οὕτω μετὰ τῆς μετά προθέσεως, μέτεισι.

299. ὅτι ῥητῶς Ἄρεως υἱὸς Φόβος. ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ “καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε” (Π. 15, 119.

301. ὅτι πόλις ἐστὶν ἐπὶ Θεσπρωτίας ἡ Ἔφυρα, ἀφʼ ἧς Ἔφυροῖ οἱ κατοικοῦντες λέγονται. λέγει δέ ποτε καὶ τὴν Κόρινθον Ἔφυραν, ἐξ ἡρωϊκοῦ προσώπου. ἰστέον δὲ ὅτι Ἔφυραι τέσσαρές εἰσι, μία μὲν ἡ κατὰ Θεσσαλίαν, δευτέρα δὲ ἡ κατὰ τὴν Ἤπειρον, τρίτη δὲ ἡ τῆς Ἤλιδος, καὶ τετάρτη ἡ νῦν καλουμένη Κόρινθος. νῦν οὖν λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος ἱστορεῖ.

Φλεγύαι Γόρτυναν κατοικοῦντες παρανομώτατον καὶ λῃστρικὸν διῆγον βίον, καὶ κατατρέχοντες τοὺς περιοίκους χαλεπῶς ἠδίκουν· Θηβαῖοι δὲ πλησιόχωροι ὄντες ἐδεδοίκεσαν καὶ μέχρι πολλοῦ, εἰ μὴ Ἀμφίων καὶ Ζῆθος οἱ Διὸς καὶ Ἀντιόπης ἐτείχισαν τὰς Θήβας· εἶχε γὰρ Ἀμφίων λύραν παρὰ Μουσῶν αὐτῷ δεδομένην, διʼ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι. τούτων μὲν οὖν ζώντων οὐδὲν οἱ Φλεγύαι τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι· θανόντων δὲ αὐτῶν ἐπελθόντες σὺν Εὐρυμάχῳ τῷ βασιλεῖ τὰς Θήβας εἷλον. πλείονα δὲ τολμῶντες ἀδικήματα κατὰ Διὸς προαίρεσιν ὑπὸ Ἀπόλλωνος διεφθάρησαν οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. ἡ ἱστορία παρὰ Φνερεκύδει.

306. * ὅτι περισσὸς ὁ καί σύνδεσμος.

[*](Epicharmum, et participium βλείς phiam recentiorem scriptura est multum vereor ne sit eiusdem βλήμην βλῆο βλῇτο. COBET. farinae atque βλέμενος. Nihil aliud Μnem. novae vol. 1 p. 38. ex ea annotatione discimus nisi 19. *καὶ κατατρέχοντες] καὶ om. ΒΛΕΙΟ esse vulgatam scripturam 24. *μὲν οὖν] σὖν μἐν et vulgo sine suspicione ita legi: *οὐδἐν] οὐδὲ recta vero secundum orthogra-)
16

307. Δευκαλίδη Δευκαλίωνος παῖ. γίνονται δὲ ἐκ Πύρρας καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος (1, 7, 2.), “παιῖδες Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι ἔνιοι λέγουσιν, δεύτερος δὲ Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια, ἐξ ἦς καὶ Διὸς Ἀέθλιος.”

310. *ἀντὶ τοῦ εἰς ἑκάτερα τὰ μέρη.

315. κατʼ ἔνια τῶν ὑπομνημάτων οἵ μιν ἄδην ἐάσουσιν, ὅ ἐστι κορέσουσιν· καὶ ἐπὶ τοῦ Ποσειδῶνος (Od. 5, 290) “ἀλλʼ ἔτι μέν μίν φημι ἄδην ἐλάαν κακότητος·” διὰ τῶν δύο αα παρέκειτο ἐάαν. μαρτυρεῖ καὶ τὸ “ἄσειν ἐν Τροίῃ ταχέας κύνας” (Π. ΙΙ, 817). οὕτως Ἀρίσταρχοε.

ἤτοι συναπτέον ἐσσύμενον πολέμοιο, ἀντὶ τοῦ ὡρμημένον εἰς τὸν πόλεμον, ἢ τὸ ἑξῆς ἐστὶν ἐλόω σι πολέμοιο, καθὸ διασταλήσεται βραχὺ τὸ ἐσσύμενον ἀπὸ τοῦ πολέμοιο. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος ἀγνοήσας τὸ σημαινόμενον πεποίηκε καὶ ἐσ σ ύμ ενον πολε μίζειν. ἔστι δὲ τὸ ἄδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα.

317. ὅτι αἰπύ μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερὶς, καὶ ὅτι ὁ πέρ σύνδεσμος περισσός.

318. * κείνων οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου.

*Ἀρίσταρχος ἀέπτους, ἄλλοι δὲ ἀάπτους.

326. ὅτι τὸ νῶϊν δύο πτώσεις σημαίνει, γενικὴν καὶ δοτικὴν, ἡμῶν καὶ ἡμῖν· νῦν δὲ κεῖται ἀντὶ τοῦ ἡμῶν ἐπʼ ἀριστερά.

327. ὅτι ἔξωθεν συνυπακοῦσαι δεῖ ὀρέξει, τις ἡμῖν ὀρέξει. ὅλον δὲ συναπτέον τὸν στίχον· ὁ γὰρ λόγος, ἵνα ταχέως ἐπιγνῶμεν πότερον καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν.

331. ἐν ἄλλῳ σ ὺν ἔντ εσ ι μ αρμαίροντας.

334. *λιγέων ταχὺ πνεόντων.

339. *ἔφριξεν δὲ μάχη ὠρθώθη τῆς μάχης τὰ δόρατα.

340. ταμεσίχροας τμητικὰς τοῦ χρωτὸς, παρὰ τὸ τομῶ ῥῆμα, οὗ μέλλων ταμέσω. ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχροας.

343. * ὅτι ἤλλακται τὸ ῥῆμα, εἴη ἀντὶ τοῦ ἦν.

[*](7. 9. 13. 16. ἐόωσι—έάαν—έόωσιν Monuit Lehrsius Arist. p. 305. Cobetus Mnem. novae vol. 2 p. 395. Aliter La Roche Teækr. p. 176.)[*](20. οὕτως Bekk.] οὐ 24. ὀρέξει (ὀρέξειν A)—όρέξει])[*](21. Ἀρίσταρχος] Immo Ἀρι- ὁρέξῃ—όρέξῃ FriedlaendeIus.)[*](στοφὶνης: v. schol. ad 1, 567.)
17

344. πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος, ἀντὶ τοῦ ἐγήθησεν. καὶ ὅτι πόνον τὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ἀποδέδωκεν οὐδʼ ἀκάχοιτο πρὸς τὸ σύνηθες.

346. τετεύχετον ὅτι ἀντὶ τοῦ τετευχέτην ἢ τεύχουσι. χρόνος δὲ ἤλλακται· ἔστι γὰρ ἀντὶ τοῦ ἔτευχον, ὡς ἐπὶ τοῦ “ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον” (Π. 10, 361) ἀντὶ τοῦ ἤπειγον.

*ἐν ἄλλῳ ἡρώεσσιν ἐτεύχετον.