Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

661. ῥῆγός τε] ῥῆξαι τὸ βάψαι. λέγει οὖν βαπτὸν περιβόλαιον, οἱ δὲ, τάπητα. οἰκεία δὲ ἡ κοίτη τῷ γέροντι. καὶ ὁ Νέστωρ καθεύ- δει “εὐνῇ ἔνι μαλακῇ” (Il. 10, 75). οἱ δὲ ἑταῖροι τοῦ Διομήδους ὑπὸ κρασὶν εἶχον ἀσπίδας, καὶ αὐτὸς “ῥινὸν ὑπέστρωτο βοὸς ἀγραύ- λοιο (ib. 155). καὶ ῥηγεῖς οἱ βαφεῖς.

664. ὅτι Ζηνόδοτος γράφει “τῷ δὲ γυνὴ παρέλεκτο Κάειρ’, ἣν Λεσβόθεν ἦγε.” πῶς δὲ δύναται ἡ Καρίνη Λεσβία εἶναι, εἰ μὴ ἄρα ῥητέον ὅτι τὴν Λέσβον τότε Κᾶρες κατῴκουν;

668. Σκῦρον ἑλών] ὅτι διὰ τούτων καὶ τὴν Σκῦρον πεπολιορκη- μένην ὑπὸ Ἀχιλλέως μετὰ τῶν ἄλλων πόλεων παραδίδωσιν. Σκῦρος δέ ἐστι νῆσος καὶ πόλις τῆς νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας. μία δὲ τῶν Κυκλάδων, ἣν οὐ πορθήσας, ἀλλʼ εἰρηνικῶς καταλαβὼν ἐλαφυραγώγησεν.

673, 674. εἴπʼ ἄγε μʼ] ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν “ἦ ῥʼ ἐθέλει νήεσσι” καὶ ὁ λόγος ᾖ πευστικὸς, ἆρα βούλεται βοηθεῖν; ἢ διασταλτέον ἐπὶ τὸ Ἀχαιῶν, ἵνα ᾖ τοιοῦτος ὁ λόγος, ἄγε εἰπέ μοι εἰ βούλεται βοη- θῆσαι.

674. *ἀλεξέμεναι] ἐν ἄλλῳ ἀμυνέμεναι.

678. σβέσαι χόλον] πυρώδης γὰρ ὁ θυμός. ἐντεῦθεν δὲ καὶ ὡρί- σαντο οἱ φιλόσοφοι “θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος.

680. αὐτόν σε] ὁ Ἀσκαλωνίτης ὀρθοτονεῖ τὴν σὲ, ἐπεὶ, φησὶν, ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου ὁρίσασθαι, παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνεγνωσμένα διʼ αἰτίαν τινά· [*](2. ἵνα τηρηθῆ τὸ τῆς λέξεως seclusit Friedl. 20. *χιλικίας] ἡλικίας)

337
“κελεύετέ μʼ αὐτὸν ἑλέσθαι” (Il. 10, 240)· “εἰ μή τίς σʼ αὐτόν.” ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτός. ἐγκλιτικῶς οὖν ἀναγνωστέον.

ὅτι ἀποτομώτατον τὸ τῆς ἀφόδου, ὅπερ ἐν πρώτοις εἶπεν, ἀπαγ- γέλλει, τὸ δὲ τελευταῖον, ὅτι ἐὰν συνελασθῶσιν ἕως τῶν αὐτοῦ νεῶν συμμαχήσει, παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν.

681. σόῃς] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου διὰ τοῦ ὰ σαῷς, τάχα παρὰ τὸ σαωσέμεν (230) καὶ ἠὲ σαωθῆναι (Il. 15, 503). χρῆται δὲ καὶ ἐκείνῳ· “σόον δʼ ἀνένευσεν” (Il. 16, 252). διχῶς οὖν.

* Ἄρίσταρχος σοῷς καὶ σαῷς.

682. *ὅτι τὸ ἠπείλησε νῦν κατὰ τὴν ἡμετέραν χρῆσιν.

685. οἴκαδʼ ἀποπλείειν] ὅτι ἀπέστροφε τὸν λόγον· οὐ γὰρ εἶπε δήουσιν, ἀλλὰ δήετε.

*ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη.

686. Ἰλίου αἰπεινῆς] ἡ διπλῆ, ὅτι θηλυκῶς τὴν Ἴλιον.

688. ἀπορία. ζητεῖται διὰ τί μετὰ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. ῥητέον οὖν, ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπεκρίνατο. λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλʼ οὗτοι, ὅτι καὶ αὐτοὶ ἐδόκουν.

688—693. ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ “αὔριον ἢν ἐθέλῃσιν,” ὅτι καὶ νεώτεροι τοῖς νοήμασι, καὶ τῇ συνθέσει πεζότεροι, καὶ ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται.

688. εἰσὶ καὶ οἵδε] συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως. καὶ ἄλλως ἵνα μὴ δόξῃ ἀτιμάζειν τοὺς λοιπούς. τούτους δὲ τοὺς στίχους Ἀριστοφάνης ἠθέτει· Ζηνόδοτος τὸν αὔριον μόνον.

693. στικτέον ἐπὶ τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵνʼ ᾖ ὁ λόγος, ὡς εἶπεν, καὶ οὗτοι μαρτυρήσουσιν. εἰ δὲ μὴ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν· καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι.

[*](1. σʼ αὐτόν] σαυτόν Nauck. Aristoph. p. 31 pariterque 5. τῶν addidit Bekkerus. apud Athen. 6 p. 228 d Ἀρι- 9. ἐκείνῳ· “σόον] ἐκεῖνο σῶον στοφάνης ὁ Βυζάντιος νεωτερικόν 10. σοῷς καὶ σαῷς] κόως καὶ (νεώτερον codex) φησιν εἶναι τὸ—. 22. ἀπιστησόμενος] ἀπιστηθησό- σάωις 15. In marg. inter. repetuntur μένος Nauckius. verba ὅτι θηλυκῶς τὴν Ἴλιον. 23. τὸ] διὰ τὸ ViIl. 17. Ὀδυσσεὺς] ο, usitato huius 24. *λοιτούς] λόγους 26—28 ante 23 in A. nominis compendio. 21. νεώτεροι] νεοωτερικοὶ recte 27. μὴ addidit Friedl.)
338

694. καὶ τὸν “μῦθον ἀγασσάμενοι” Ζηνόδοτος μὲν οὐ γράφει, Ἀρίσταρχος δὲ ἀθετεῖ.

*μῦθον ἀγασσάμενοι] γράφεται καὶ φρασσάμενοι. Ζηνόδοτος δὲ τὸν στίχον οὐκ ἔγραφεν, Ἀριστοφάνης δὲ ἠθέτει.

ὅτι ἐξ ἄλλων τόπων ἐστὶν ὁ στίχος· νῦν γὰρ οὐχ ἁρμόζει· τότε γὰρ εἴωθεν ἐπιφωνεῖσθαι, ὅταν ὁ αὐθεντῶν τοῦ λόγου καταπληκτικά τινα προενέγκηται. νῦν δὲ πῶς ἂν ἐπὶ Ὀδυσσέως λέγοιτο τοῦ μηνύ- οντος τὰ ὑπʼ Ἀχιλλέως εἰρημένα;

*ἀγόρευσε] γράφεται ἀπέειπε.

698. μὴ ὄφελες] ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.

*διὰ τοῦ δ. οὕτως Ἀρίσταρχος, μηδʼ ὄφελες.

*ὅτι ταῦτα κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεὺς ἀκήκοεν.

699. ἀγήνωρ] ὅτι ἐνίοτε μὲν ἐπὶ ἐπαίνου ὁ ἀγήνωρ, ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν δὲ ἐπὶ ψόγου, ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν.

*καὶ ἄλλως] γράφεται καὶ αὕτως.

700. ἐνῆκας] ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ α ἀνῆκας· καὶ ἔστιν Ὁμηρική πως ἡ γραφή· “ἄφρονα τοῦτον ἀνέντες (Il. 5, 761).

709. ὀτρύνων· καὶ δʼ αὐτός] ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεύς. διό φησιν “οὐ γὰρ Τυδείδεω Διομή- δεος ἐν παλάμῃσι μαίνεται ἐγχείη” (Il. 16, 74). καὶ ὅτι τῷ ἀπα- ρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. καὶ ὅτι τῇ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

[*](1, 2. Haec in A adiuncta sunt versus multos προηθετηκέναι dicitur. scholio v. 688 post μόνον. 10. οὐκ] οὐδʼ Fiedl. 1. τὸν “μῦθον] τὸ μῦθον 19. *ἄφρονα τοῦτον ἀνέντες] σὺ δ’ 2. Ἀρίσταρχος] Ἀριστοφάνης in ἐπὶ τούτων ἀνῆκε. scholio proximo. Aristarcho for- 22. παλάμῃσι] παλάμαις tasse praeiverat Aristophanes, qui)