Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ἄλλοι μὲν—εὗδον] εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγὰ, καὶ ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι ἀναγκαῖον. οὕτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’ Ομηρος τὸ παννύχιοι καὶ πανημέριοι εἴωθε τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· “παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστή- κει” (Il. 23, 105)· “ παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοί” (Il. 7, 476)· “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” (Il. 1, 472).

παραιτητέον τοὺς γράφοντας, ὧν ἐστὶ καὶ Ζηνόδοτος, ὦλλοι μέν, ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν· ἔστι γὰρ ὁ ποιητὴς παρα- λειπτικὸς τῶν ἄρθρων.

5. ὡς δʼ ὅταν ἀστράπτῃ] ὅτι παραβάλλει τὸν στεναγμὸν, ὡς δʼ ὅταν, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν. καθʼ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς ἅπαντα ἡ εἰκών.

6. τῷ πολύν ἐπήνεγκε τὸ ἀθέσφατον αὐξήσεως χάριν. ἔνιοι δὲ στίζοντες μετὰ τὸ ὄμβρον ἀπὸ ἄλλης ἀρχῆς ἀναγινώσκουσιν, ἵνʼ ᾖ πολλὴν χάλαζαν. βέλτιον δὲ τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χαλάζης, καὶ μὴ δύο καθʼ ἑνὸς κεῖσθαι ἐπίθετα.

7. νιφετόν] ὅτι οἱ ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ χιονίζειν, ὄμβρον δὲ τὸν ὑετὸν, χάλαζαν δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ. διὸ νῦν διαστέλλει ἕκαστον.

ἐπάλυνεν] ἐλεύκανεν, ὡς παλὴ καταπασθεῖσα· οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου.

8. πολέμοιο μέγα στόμα] ἤτοι μεταφορικῶς τὴν ἀρχὴν τοῦ πο- λέμου, ἢ περιφραστικῶς ὅλον αὐτὸν, διότι πάντων δαπανητικός.

10. νειόθεν ἐκ κραδίης] ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινηθεὶς [*](8. οὔτε δὲ οἱ] Corrige οὐδὲ οἱ. incipit ab καὶ μή. Suppleta sunt 21. τοῖς ἑξῆς—χαλάζης] Haec ver- ex annotatione brevi marginis ba exciderunt ex A, versu integro inter. βέλτιον τὸ ἀθέσφατον τοῖς ἐξῆς omisso: nam praecedens versus συνάπτειν ἐπὶ τῆς χαλάζης. finitur voce ἀθέσφατον, proximus 23. οἱ addidit Cobetus.)

340
Φιλότιμος σοφιστὴς ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθὲν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν ἤρτηται.

τρομέοντο] ότι Ζηνόδοτος γράφει φοβέοντο. τὸν δὲ φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετὰ φυγῆς δειλίασιν. ἐλέγχεται δὲ ὁ Ζηνό- δοτος ἁμαρτάνων ἐκ τοῦ “ὡς δʼ αὕτως Μενέλαον ἔχε τρόμος” (25).

12. θαύμαζεν πυρά] πῶς, φησὶν, Ἀγαμέμνων ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαύμαζε τὰ πυρὰ, τὴν ἀρχὴν μηδὲ βλέπων αὐτὰ διὰ τοῦ τείχους; καὶ ῥητέον ὅτι ὡς βασιλεὺς ὑψηλοτάτην εἶχε σκηνὴν, ἵνʼ εὐχερῶς θεωρεῖν πάντα δύνηται.

13. αὐλῶν συρίγγων τʼ ἐνοπήν] ὅτι ἐνθάδε καὶ ἐπὶ τῆς ὁπλοποιίας τῶν αὐλῶν μέμνηται· “αὐλοὶ φόρμιγγές τε βόων” (lI. 18, 495). δεῖ δὲ καὶ τὸ ἀκούων προσυπακούειν ἔξωθεν. βραχὺ δὲ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. ἐσημειώσατο δὲ διὰ τοῦ ἤχου ὅτι παρὰ τοῖς βαρβάροις ἐγινώσκετο τὰ ὄργανα ταῦτα.

17. ἥδε δέ οἱ] τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται, μὴ ἀποφάσκοντος τοῖς δεινοῖς.

18. δείκνυσιν ὅτι καὶ ἐν τοῖς κακοῖς δεῖ καταφεύγειν εἰς σοφίαν. Πάμφιλος δὲ τὴν ἐπί ἀναστρέφει· πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκα- λωνίτης.

19. *τὸ ἐξῆς ἐστὶν, σὺν αὐτῷ τεκτήναιτο μῆτιν.

σὺν μῆτιν] εἰσὶν οἳ ἀνέγνωσαν καθʼ ἓν μέρος λόγου, ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι μέρη λόγου, σύν καὶ μῆτιν. τὸ δὲ ἑξῆς ἐστὶ συντεκτήναιτο μῆτιν.

23. ὅτι ἐπὶ τῷ χιτῶνι λεοντῆν τέθεικεν ἀντὶ τῆς ἀσπίδος. διὸ καὶ ἑξῆς (34) λέγει “τὸν δʼ εὖρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλά.” ἔντεα δὲ ἀπὸ τοῦ ἐντὸς ἔχειν τὸν ἄνδρα. καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλ’ ἕνεκα φυλακῆς. οἱ δὲ λεοντῆν.

[*](1. *σοφιστὴς] om. συντεκτήναι τὸ (sic A) delevit Vill. 10. *πάντα δύνηται] δύναται πάντα 26. ἀσπίδος] ἐφαπτίδος Lehrsius 12. βόων] Legitur βοὴν ἔχον. Arist. p. 145. 14. καὶ ἐνοπήν] καὶ om., sed habet 29. φυλακῆς. οἱ δὲ λεοντῆν] φυλακῆς in marg. inter. abi βραχὺ διασταλ- ὁ μὲν παρδαλῆν ἐνδύεται (Menelaus τέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. v. 29), οἱ δὲ λεοντῆν (praeter Aga- 18. * δείκνυσιν] om. memnonem Diomedes v. 177) 24. ουντέμουσι (sic A) aute Lehrsius.)
341

δαφοινὸν] φοβερὸν, καταπληκτικόν. ἢ τὸ ἐκ δαφοινοῦ καὶ κατα- πληκτικοῦ λέοντος.

25. ὢς αὕτως] κατὰ τὸν αὐτὸν καιρὸν τῷ Ἀγαμέμνονι· ἀλλ’ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων, ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ Μενελάου ἐπὶ κεφαλαίον λέγει. ἡ διπλῆ δὲ, ὅτι ἀνταποδοτικόν ἐστι τοῦ ἄνω (10) γράφειν “τρομέοντο δέ οἱ·” ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον.

αὐτῷ] Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθʼ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθεία· ὁ δὲ Ἀσκαλωνίτης τὸν αὖ σύνδεσμον παρελάμβανε, καὶ τὸ τῷ ἰσοδυναμοῦν τῷ τούτῳ, ὁμοίως τῷ “τοῦδʼ εὖ τοῦ λυκά- βαντος” (Od. 14,161). ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδʼ αὗ τοῦ λυκάβαντος κατεπεῖγόν ἐστιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαι- νομένου τὸ αὐτοῦ.

26. * πάθοιεν] ἐν ἄλλῳ πάθωσιν.

27. ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἀρσενικῶς, πουλὺν ὑγρήν.

29. παρδαλέῃ] πόρδαλις τὸ ζῷον, παρδαλῆ ἡ δορά.

ὅτι στεφάνη εἶδος περικεφαλαίας.

32. * οὕτως Ἀρίσταρχος διὰ τοῦ ν ἀνστήσων.

34. ἔντεα] ὅτι ἔντεα εἴρηκεν ἣν προσυνέστακε λεοντῆν.

35. *νηῒ] ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ παρὰ νεὼς πρύμνῃ.

37. *ὅτι τὸ ἠθεῖε προσφώνησίς ἐστι σεπτικὴ νεωτέρου πρὸς πρεσβύτερον λεγομένη.