Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

300. κηρόθι μᾶλλον] ἤτοι θανάτου πλέον, παρὰ τὴν κῆρα, του- τέστι θανατηφόρον μοῖραν, ἢ ἐν τῇ ψνχῇ μισεῖται. μᾶλλον παρὰ τὸ κῆρ, ὅ ἐστι ψυχή.

302. τὸ κατὰ στρατὸν ἀμφοτέροις δύναται συνάπτεσθαι τοῖς μέρεσιν. εἰ μὲν οὖν τοῖς ἄνω συνάπτοιτο, ἔσται τὸ ἑξῆς, τειρομένους κατὰ στρατὸν, οἷον καταπονουμένους ἤδη ἐν τῷ στρατοπέδῳ καὶ δεδιωγμένους μέχρι θαλάσσης· εἰ δὲ τοῖς ἑξῆς, ἔσται ὁ λόγος, οἵ- τινες κατὰ πᾶν τὸ στράτευμά σε τιμήσουσιν ὡς θεὸν, οἷον πάντες ὁμοίως.

309. ἀπηλεγέως] ἀποτόμως, σκληρῶς, ἢ ἀπαγορευτικῶς, κεκρι- μένως. ἀπαγορευτικῶς, διαρρήδην. ἢ ἀπὸ τοῦ λῆξαι, ὃ ἐστιν εἰπόντα παύσασθαι. ἢ ἀπηλγημένως· φιλοσύντομος γὰρ ἡ δεινοπάθεια· οἱ γὰρ λυπεῖν θέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησὶν, πρὸς Φοίνικα (619) μένειν, μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα (650), ὅτε ἀνάγκη καλεῖ, πολε- μήσειν.

310. *κρανέω] Ἀρίσταρχος ᾗπερ δὴ φρονέω.

311. *παρήμενος] γρ. παρήμενοι.

312. ὁμῶς Ἀΐδαο πύλῃσιν] ὅτι πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονεῖς σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος;

313. οἵ χʼ ἕτερον] ὅτι δοκεῖ συγκεχύσθαι τὸ ἕτερον· ἔδει γὰρ ἕτερον [*](1. κούρη Vill.] κούρης 15. σε addidit Friedl. 2. ὀμεῖται] om. 18. *λῆξαι] ῥέξαι 6. τιμήσονται ὡς ἐλεύσονται] τι- 24. φρονέω] φρονίων (sic) μήσωνται ὡς ἐλεύσωνται 31. τὸ ἕτερον] τὸ ἄλλο πρὸς τὸ 13. στρατοπέδῳ] στρατοπαίδῳ ἕτερον Lehrsius.)

317
δὲ εἴπῃ, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου· τὸ γὰρ ἄλλο ἐπὶ πλειόνων τίθεται.

314. * ὥς μοι δοκεῖ εἶναι ἄριστα] ἐν ἄλλῳ ὡς καὶ τετελεσμέ- νον ἔσται.

317. *μετʼ ἀνδράσιν] Ἀρίσταρχος ἐπʼ ἀνδράσι.

319. *ἐν δὲ ἰῇ τιμῇ] ἐν δὲ τῇ αὐτῇ τιμῇ καὶ ὁ δειλὸς καὶ ὁ ἀνδρεῖος.

321. περίκειται] ὁ Ἀσκαλωνίτης δύο ποιεῖ, περί, εἶτα κεῖται, καὶ προπερισπᾷ· σημαίνει δὲ, φησὶ, τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφʼ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν ;

322. *πολεμίζειν] οὕτως Ἀρίσταρχος πολεμίζειν κατὰ τὸ ἀπα- ρέμφατον.

324. ὅτι οἱ γλωσσογράφοι μάστακα τὴν ἀκρίδα, δέον μάσημα καὶ βρῶμα. ἐνίοτε δὲ καὶ αὐτὸ τὸ στόμα ὁμωνύμως, καθάπερ τὸ χοίνικα τὸ μέτρον καὶ τὸ μετρούμενον· “ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν” (Od. 4, 287).

διὰ τοῦ ἄρα γράφουσι καὶ αἱ Ἀριστάρχου, κακῶς δʼ ἄρα οἱ. αἱ δὲ εἰκαιότεραι κακῶς δέ τέ οἱ πέλει αὐτῇ.

325. ἴαυον] παρὰ τὸ αὔω τὸ κοιμῶμαι. ἢ παρὰ τὴν ἴαν τὴν μίαν· ἐμονομάχουν, ἢ διετέλουν.

326. *ἐν αἵματι ἢ ἐν μόχθῳ.

327. ὀάρων] γράφεται καὶ ἀόρων. ἓν δὲ ἐξ ἀμφοτέρων τὸ σημαινόμενον, τῶν γυναικῶν. ὀάρων μὲν ἀπὸ τοῦ ὀαρίζειν, ἀόρ δὲ, ὡς ἄν τις εἴποι συναόρων, ἀπὸ τοῦ συνωρεῖν καθὸ καὶ συνωρίδας τῶν ἵππων.

ὅτι ὄαροι αἱ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁμιλίαι. νῦν δὲ λέγει τῶν γυναικῶν.

332. *ὁ δὲ λαμβάνων ὀλίγα διένειμε καὶ ἐδίδου.

336. θυμαρέα] τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. σύνθετον δέ ἐστι [*](15. καθάπερ χοίνικα τὸ μετροῦν 21. ἐμονομάχουν in A ante παρὰ καὶ τὸ μετρούμενον Friedl. τὸ αῦω legitur. Transposuit Bekk. 18. In A lemma μάστακ’ ἐπεί 23, 24. ἀόρων Cobetus] ὁρέων— κε λάβησι: διὰ τοῦ ἀρα γράφουσι καὶ ὠρέων αἱ (γράφουσιν αἱ Vill.) ἀριστάρχσυ 27. Ante ὅτι ὄαροι in A. scrip- οὕτως δέ. αἱ δὲ εἰκαιότεραι κακῶς δέ tum erat ο ἄοροι, sed deletum. τέ οἱ πέλει αὐτή :—In marg. inter. 30. ἀρέσκουσαν, θυμήρη Lehrsius] ἀρίσταρχος κακῶς δʼ ἄρα οἱ. ἀρέσκουσα θυμἡρει)

318
παρὰ τὸ ἄρω, θυμαρής. καὶ οὕτως ἀνέγνωμεν “ Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρές” (Od. 17, 199) διὰ τοῦ α. οὐ γάρ ἐστι παρώνυ- μον διὰ τοῦ ηρης· τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύ- νεται, ξιφήρης ὀλιγήρης τοξήρης ὀνώδης καὶ βοώδης.

337. ἀνήγαγεν] ὅτι οὕτως εἴωθε λέγειν ἀναγωγὴν καὶ ἀνάπλουν τὸν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν πλοῦν, διὰ τὸ τὰ πρὸς ἄρκτους ὑψηλότερα εἶναι.

339. ἢ οὐχ Ἑλένης ἕνεκ’] πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγα- μέμνονα ἢ ἀσύνετον ἢ ἄδικον. εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικη- θῆναι περὶ γυναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστὶ περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπʼ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ἀπαριθμεῖται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν.