Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

239. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἀνέρας.

λύσσα] μανία. τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν. ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν ἔπαινος.

240. ἠῶ] τὴν ἠῶ κατʼ αἰτιατικὴν πτῶσιν περισπαστέον, καὶ τὴν αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπʼ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνό- μενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἔξει ἐπʼ αἰτιατικῆς τὴν περισπω- μένην τάσιν.

241. στεῦται] διορίζεται· στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις. ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ (11, 548) “στεῦτο δὲ διψάων.”

ἄκρα κόρυμβα] τὰ τῶν νεῶν ἀκροστόλια. διὰ τί δὲ πρῶτον ἀποκό- πτει, εἶθʼ οὕτως τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες θεῶν, ἐκκλίνων τὴν θεοχολωσίαν τοῦτο ποιεῖ.

242. * ἐμπρήσειν] Ἀρίσταρχος ἐμπλήσειν.

[*](30. ἐπαναφορὰ] ἀναφορὰ Cobetus.)
315

αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ μαλερῷ πυρί.

244, 245. *διασταλτέον βραχὺ φρένα καὶ θεοί.

246. *Ἄργεος ἱπποβότοιο] σημειοῦνταί τινες ὅτι τὴν ὅλην Πε- λοπόννησον οὐκ οἶδεν ὁ ποιητὴς, Ἡσίοδος δέ.

249, 250. οὐδέ τι μῆχος] οὐδεμία ἔσται μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως ἔτυχεν. ἐπὶ τὸ μῆχος βραχὺ διασταλτέον· σαφέστερον γὰρ οὕτω παρίσταται.

252. ὦ πέπον] ὁτὲ μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ, ὁτὲ δὲ τὸν προσηνῆ, ἀπὸ τοῦ πεπείρου καὶ ἁπαλοῦ.

254. *τέκνον ἐμόν] σημειοῦνταί τινες ὅτι παρεῖται τὸ τάδε λέγων.

255. αἴ κʼ ἐθέλωσι] εὖ καὶ τὸ ἐθέλωσιν, ὡς οὐ δωσόντων, εἰ ἀνά- ξιος ὀφθείη τῆς δωρεᾶς.

256. ἴσχειν] ἐπέχειν, παύειν. τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν· αὕτη γὰρ ἐν τῷ στήθει κεῖται, οὖσα αἰτία τῆς ὀργῆς, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι, φησὶ, ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς ὄρεξιν ἀντιλυπήσεως.

261. *χόλοιο] ὅτι ἀντιφράζει τῇ μήνιδι τὸν χόλον.

262. οἱ ὑποστίζοντες ἐπὶ τὸ εἰ δέ, ὡς λείποντος τοῦ θέλεις, διηλέγχθησαν ἐν τοῖς ἐπάνω. καὶ νῦν δέ ἐστιν ὁ λόγος, ἄγε δὴ σὺ μέν μου ἄκουσον. ἡ διπλῆ δὲ πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἐγὼ δʼ ἄν σοι καταλέξαιμι, καὶ περισσὸς ὁ κε. τὸ εἰ παρακελευστικὸν ἐπίρρημά ἐστιν, ὃν τρόπον ἐπὶ τοῦ Διός “ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74). καὶ τὸ παρακελευστικὸν ἐπίρρημα ἀπὸ τούτου γεγονέναι τοῦ συνδέσμου, τοῦ α περιττεύοντος, τοῦ τόνου ἀλ- λαγέντος εἰς περισπώμενον ἀναγκαίως, καὶ τῆς δασείας Ἀττικῶς προσελθούσης.

270. *οὕτως Ἀρίσταρχος μετὰ τοῦ σ ἀμύμονας.

271. ὅτι τὰς ζ΄ Λεσβίδας ὑπισχνεῖται, οὐχ ὡς ὁ Ζηνόδοτος (131) ἐν ταῖς ζ΄ καὶ τὴν Βρισηίδα τάττει· ἔστι γὰρ Λυρνησσία.

[*](1. ὅτι addilit Lehrsius. κε] καὶ 5. οὐκ οἶδεν] τὸ δἐ ὄνομα οὐκ οἶδεν 25. καλέσειε] κελεύει Friedl. 26. ἐπίρρημα] Id est εἷα: v. 24. καὶ περισσὸς] ἢ περισσὸς Lehrs. Arist. p. 325. Friedl.)
316

274. Ἀρίσταρχος κούρη Βρισῆος, ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται.

279. *νηήσασθαι] ἀντὶ προστακτικοῦ.

292. *οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ καθόλου.

297. ἡ διπλῆ, ὅτι τῷ παθητικῷ ἀντὶ τοῦ ἐνεργητικοῦ ἐχρήσατο· οὕτως γὰρ Ἀρίσταρχος τιμήσονται ὡς ἐλεύσονται.

299. *διὰ τοῦ ἑτέρου λ τὸ μεταλλήξαντι αἱ Ἀριστάρχου.