Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

125. καὶ ἀχνύμενός περ ἑταίρου] οὐκ ἔστιν ἡ περί πρόθεσις, ἀλλʼ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέλος τῆς μετοχῆς ὀξυτονητέον.

*ἑταίρου] ὅτι καὶ ἐνθάδε λείπει ἡ περί.

128. Ἀρχεπτόλεμον] ὅτι Ζηνόδοτος ἐνθάδε μὲν γράφει Ἐρασι- πτόλεμον, ἐν δὲ τοῖς μετὰ ταῦτα εἴασεν Ἀρχεπτόλεμον.

130. * ἔργα γένοντο] ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυντικὸν, ὡς “σπάρτα λέλυνται” (Il. 2, 135).

131. σήκασθεν] εἰς σηκὸν κατεκλείσθησαν. σηκὸς δὲ εἴρηται οἱονεὶ στηκός τις ὢν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ θρέμματα. ἔνθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναὸν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα.

ὅτι τὸ σήκασθεν αὐτὸς ἐπεξηγεῖται εἰπὼν ἠ ΰτε ἄρνες.

133. βραχὺ διασταλτέον ἐπὶ τὸ δεινόν· κεῖται γὰρ ἀντὶ μεσό- τητος, δεινῶς βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ ἀργῆτα.

135. *θεείου καιομένοιο] τοῦ κεραυνίου πυρός.

[*](4. κομείτων] κομείτων A in textu. θεράποντʼ ἐκομείτην. COBET. Scribe Ἀρίσταρχος κομείτην et refer 10. ἐπεκράτει Bekkerus] κατ᾿ ἐπι- ad versum 113, ubi alii legebant κρατεῖ)
276

θεείου] θείου. προσληπτίον δὲ κεραυνοῦ· ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνῳ τῷ τόπῳ.

137. * Ἀρίσταρχος φύγον, ἄλλοι δὲ φύγεν. ἐν ἄλλῳ δὲ τὸ φοινικόεντα.

139. φόβονδʼ ἔχε] ὅτι πάλιν φόβον τὴν φυγήν· καὶ ὅτι Ζηνό- δοτος γράφει ἄγε νῶϊ φόβονδε, ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς, ὧν οὐδέτερον ἁρμόζει.

143. ὁ λόγος· οὐδεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἢ φυ- λάξαιτο, ὥστε τὰ συμφέροντα αὐτῷ γενέσθαι.

149. *φοβούμενος] ὅτι σαφῶς ἀντὶ τοῦ φεύγων.

150. ἀπειλήσει] καυχήσεται, κομπάσει. σημαίνει δὲ ἡ λέξις πλείονα· ἐπὶ κανχήσεως μὲν, ὡς νῦν· ἐπὶ δʼ εὐχῆς, ὡς ἐν ἐκείνοις οὐδʼ ἠπείλησεν ἄνακτι” (Il. 23, 863)· ἐπὶ δʼ ὀργῆς, ὡς ἐν τῷ “ἠπείλει κἀκεῖνος ἐναντίον πολεμίζων ἐνθάδʼ ἐλεύσεσθαι” (Il. 15, 179).

*τότε μοι χάνοι εὐρεῖα χθών] τότε ἡ γῆ χανοῦσα εὐρέως δέ- ξαιτό με.

ὅτι οὐκ ἐν τῷ καθόλου εὐρεῖαν λέγει, ἀλλʼ ἐμοὶ εὐρεῖα ἡ γῆ γένοιτο, ἀντὶ τοῦ εὐρὺ χάσμα ποιήσειεν.

152. * ἐπὶ τὸ δαΐφρονος στικτέον· μᾶλλον γὰρ ἐμφαίνει.

157. φύγαδε] ὡς ἄλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν, ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκόνδε οἴκαδε, οὕτως φυγήνδε φύγαδε.

*τράπε] οὕτως διὰ τοῦ α τράπε αἱ Ἀριστάρχου.

161. ἡ σέ ἐγκλιτική ἐστιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατʼ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆ- σις παρὰ τῷ ποιητῇ.

163. ἀντʼ] κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται.

*Αρίσταρχος ἀντιτέτυξο.

164. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ, καὶ τὸ “πάρος τοι δαίμονα δώσω” τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν· ἀνάρμοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις.

[*](14. πολεμίζων] πτολεμίζων 16. εὐρέως Vill.] εὐμαρῶς 29. οὔποτε Lehrsius] ποτε 31. ἀντιτέτυξο Vill.] ἀντὶ τοῦ τέτυξο)
277

*τούτους καὶ Ἀριστοφάνης ἠθέτηκεν.

166. * δαίμονα δώσω] ἐν τῇ Ζηνοδότου πότμον ἐφήσω.

168. ὅτι ὑποτάσσουσιν “ἢ μήτε στρέψαι μήτʼ ἀντίβιον μαχέ- σασθα.” οὐκ ἔστι δέ· τὸ γὰρ διάνδιχα οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία, ἀλλʼ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μά- χεσθαι.

170. *ἀπ᾿ Ἰδαίων] γράφεται καὶ ἐπʼ δαίων.

171. βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ ση- μεῖον, πρὸς τὸ σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνά- πτωμεν, γίνεται σολοικοφανές.