Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

74. * ἐν ἐνίοις διὰ τοῦ ε ἕζεσθεν.

77. *εἷλεν] ἐν ἄλλῳ. δέος ᾕρει.

81, * ἐτείρετο] ἔν τισι τῶν ὑπομνημάτων ἐδάμνατο.

84. καίριόν ἐστι] εὔκαιρον πρὸς θάνατόν ἐστι τοῖς ἵπποις τὸ μέρος τοῦτο, ὅ ἐστιν ἐπικίνδυνον,

85. *βέλος δ᾿] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ.

ἀπέταμνε] δεινός ἐστιν Ὅμηρος καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίνειν· διὰ γὰρ τοῦ ἀπέταμνε τὴν ἀσθένειαν τοῦ γέροντος δηλοῖ καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. προσηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀίσσων, ἐπὶ δὲ τοῦ νέου Αὐτομέδοντος (Il. 16, 474) τῷ συντελικῷ, εἰπὼν ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα δηλῶν.

87. παρηορίας] τὰς τοῦ παρηόρου ἵππου ἡνίας, τὰς παραζεύξεις, ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας.

*παρηορίας] ὡς παρηγορίας.

*ἡνίοχον] ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶπεν.

93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται· δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι. γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων καὶ τῆς [*](1. γρ. σὺν τῷ ν ἀμφιβεβήκειν ἐν δὲ τίθει in textu. etiam in marg. 20. *σημαίνειν] σημαίνει 4. ἐν δʼ ἐτίθη] Sic A in lemmate: 29. *τέθειτα—πολυπειρίας] om.)

273
κλίνης καὶ τοῦ δουρείου ἵππου, ναυπηγὸς ἀπὸ τῆς σχεδίας, κυνηγός ἀπὸ τῆς κυνηγεσίας καὶ τῆς ὀρεσινομίας, μάντις ἀπὸ τῶν ἐκβάσεων, μάγειρος ἀπὸ τοῦ ὡς δεῖ ὀπτᾶν καὶ δαιτρεύειν, ἰατρὸς ἀπὸ τοῦ νόσους γινώσκειν καὶ τάμνειν ἰοὺς, μουσικὸς καὶ ἀοιδὸς ἐξ ᾠδῶν κάλλους καὶ μύθων, πύκτης καὶ παλαιστὴς ἐξ εὐστροφίας καὶ χειρῶν συμ- πλοκῆς, τοξότης ἀπὸ διασκέψεως ἀρίστης, ἀκοντιστὴς ἀπὸ τοῦ εὖ πάλλειν τὸ δόρυ, ῥήτωρ ἀπὸ πιθανότητος, στρατηγὸς ἀπὸ φρονήσεως καὶ ἀνδρείας, στρατιώτης ἀπὸ πολυμηχανίας καὶ πολυπειρίας. ἔστι δὲ γεωργὸς μέν· “ἐν ποίῃ δρέπανον μέν” (Od. 16, 368). β. κυβερ- νήτης· “αἰεὶ γὰρ πόδα νηός” (Od. 10, 32). γ. τέκτων ἀπὸ τῆς κλίνης (Od. 23, 189). δ. ναυπηγὸς ἀπὸ τῆς σχεδίας (Od. 5, 243). ε. κυνηγὸς ἀπὸ τοῦ Παρνασσοῦ (Od. 19, 430). V. μάντις· “φήμην τίς μοι φάσθω” (Od. 20, 100). ζ. μάγειρος· “δαιτρεῦσαί τε καὶ ὀπτῆσαι” (Od. 15, 323). η. ἰατρός· “ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι” (Od. 1, 262). θ. μουσικός· “μῦθον ὥστʼ ἀοιδός” (Od. 11, 368). ι. πύκτη· “πὺξ μὲν ἐνίκησα Κλυτομήδεα” (Il. 23, 634). ια. παλαιστής· “Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον” (ib. 635). ιβ. δισκευ- τὴς παρὰ Φαίαξιν (Od. 8, 186). ιγ. τοξότης· “εὖ μὲν τόξον οἶδα” (ib. 215). ιδ. ἀκοντιστής· “δουρὶ δʼ ἀκοντίζω” (ib. 229). ιε. ῥήτωρ· “καὶ ἔπεα νιφάδεσσιν ἐοικότα” (Il. 3, 222). ιϚ. ἀστρολόγος· “Πληϊάδας θʼ ὁρόωντι” (Od. 5, 272).

94. μετὰ νῶτα βαλὼν, κακὸς ὣς, ἐν ὁμίλῳ] βραχὺ διασταλτέον ἐπὶ τὸ βαλών, εἶτα κακὸς ὥς· χωριζόμενον σαφέστερον ποιεῖ τὸν λόγον. ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον· ἤτοι γὰρ ὡς δειλὸς ἐν πλήθει φεύγεις, οἷον μετὰ ταραχῆς, ἢ ὡς ἐν ὄχλῳ εὐπερι- καλύπτως· ἢ τὸ ἑξῆς ἐστὶ, πῆ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἴς τῶν πολλῶν.

95. τινὲς δισστέλλουσιν ἐπὶ τὸ φεύγοντι. κἂν συνάπτωμεν δὲ ὅλον τὸν στίχον, σαφὴς ἡ διάνοια. ἴσμεν γὰρ ὅτι οὐ τὸ μετάφρενον φεύγει.

[*](9. * γεωργὸς μὲν] μὲν om. 25. εὐπερικαλύπτως Lehrsius] 12. φήμην] φημι ἀπαρακαλύπτως 14. εἴη] ει 28. ἐπὶ τὸ Bekk.] ἐπὶ τῷ 19. ἀκοντίζω] ἀκοντίζων κἂν Bekkerus] καὶ 20. *ἔοτεα—ιϚ΄] om. 29. σαφὴς ἡ διάνοια addidit 22. βαλών— χωριζόμενον Lehrsius] Friedl. βαλών, καὶ ὡς χαριζόμενος γὰρ addidit ViII.)
274

97. οὐδʼ ἐσάκουσεν] οὐδὲ ἤκουσεν. ἐζήτηται δὲ πότερον οὐκ ἀντε- λάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμ- ψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος.

οὐδʼ ἐσάκουσε] πρὸς τὸ ἀμφίβολον, πότερον οὐκ ἀντελάβετο καθόλον τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος.

ἐζήτηται δὲ πότερον ἄρα οὐδʼ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς, ἢ οὐκ ἐπείσθη. ῥητέον ὅτι οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν ἀγνοοῦντες τὸ “οὐδʼ ἐσάκουσεν.” οὐ γὰρ τὸ παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι τελείως δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος.

99. *αὐτός] ὅτι ἐν ἴσῳ τῷ μόνος.

103. *γῆρας ὀπάζει] οὕτως Ἀρίσταρχος ὀπάζει· ὁ δὲ Ἰξίων ἐπείγει.

*ἐν ἄλλῳ γῆρας ἱκάνει.

104. ἠπεδανὸς] ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανός, ὁ μὴ δυνά- μενος δι᾿ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ (ὅ ἐστιν ἐδάφει) στῆναι. ἔμπεδος γὰρ λέγεται ὁ ἐν τῷ πέδῳ διʼ ἰσχὺν ἑστώς.

106. *ὅτι ἐλλείπει ἡ διά.

βραχὺ διασταλτέον ἐπὶ τὸ ἵπποι· μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτόμενον ἀκατάλληλόν ἐστι τὸ ἐπιστάμενοι. οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπει, ἵνʼ ᾖ διὰ πεδίου, ἀλλὰ τὸ ἑξῆς ἐστὶν ἔνθα καὶ ἔνθα πεδίου. τοιοῦτο καὶ τὸ ἐν τῷ ἕκτῳ “πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα ἴθυσε μάχη πεδίοιο” (Il. 6, 2).

107. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι] ὅτι ἀντὶ τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρʼ αὐτῷ, καὶ ὅτι ἐντεῦθεν τὸ “φόβον Ἄρηος φορεούσας” (Il. 2, 767).

108. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην] ἀθετεῖται, ὅτι ἄτοπον προστι- [*](1. ἐζήτηται] ἐξηγεῖται A. Cor- 19. *δι᾿] δὲ rectum ex scholio proximo. 21. τὸ Bekk.] τῷ 5. παρεπέμψατο] γὰρ ἐπαρεπέμ- 24. τοιοῦτο καὶ τὸ ἐν τῷ ἕκτῳ ψατο A. Correctum ex scholio “οτολλά] τοιούτῳ καὶ τὸ ἑβδόμῳ πολλὰ A. Bekkerus scripserat τοι- proximo. 7. *ἐζήτηται] ἐξηγεῖται οῦτο καὶ τὸ πολλά. 8. *ῥητέον—ἐπείσθη] om.)

275
θέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας· καὶ ἵτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν, τῆς ἀφαιρέσεως γεγονυίας τῇ πρὸ ταύτης ἡμέρᾳ.

109. * Ἀρίσταρχος κομείτων.

τούτω μὲν θεράποντε] ὅτι τετήρηται παρʼ αὐτῷ καθαρῶς τὰ δυϊκὰ, καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται.

τώδε] παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακρὰν, προπερι- σπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλʼ ὅμως πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει.

114. * Εὐρυμέδων] ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος ἡνιόχω (Il. 4, 228).

116. *φοινικόεντα] ἐν ἄλλῳ σιγαλόεντα.

118. *ἰθὺς μεμαῶτος] ἄντικρυς βουλευομένου ὁρμᾶν.

124. *ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι ἀντὶ τοῦ Ἕκτορος φρένας.