Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

545. τὸ ἄξοντο οὐ τὸν μέλλοντα σημαίνει, ἀλλʼ ἀντὶ τοῦ ἄγοντο.

553. ἐπὶ πτολέμοιο γεφύρῃ] προηγουμένως μὲν τοῖς ἑξῆς συν- απτέον· τὸν γὰρ τόπον ἐν ᾧ ἡ τοῦ πολέμου συμβολὴ γίνεται, γέφυ- ραν εἶπε πολέμου, ἢ τὰς διαβάσεις αὐτὰς, αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν, ἵνʼ ᾖ περίφρασις, πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λόγος, μέγα φρονοῦντες ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ τὸν πόλεμον.

* γρ. γεφύρῃ.

555. φαεινήν] οὕτως οὐ τὴν τότε οὖσαν φαεινὴν, ἀλλὰ τὴν καθό- λου φαεινὴν, ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησὶ καὶ οὐκ Ὀλύμπῳ.

557. ἀθετεῖται ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφά- νειαν (Il. 16, 299). καὶ ὁ ἑξῆς δὲ συναθετεῖται αὐτῷ. ἐκεῖ γὰρ αἰφνίδιον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφανέντος, ἐνταῦθα δὲ παρατεταμένην νηνεμίαν κατʼ εὐδίαν. οὐκ ἐφέροντο δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης.

[*](solum ab Aristarchea editione quum debuerat abfuisse, sed etiam ab codice, ad • ἠελίου — quem scholia antiquitus adscripta • εἴην — fuerunt et in eodem codice signas τιοίμην critica textui iam fuisse appicta. • ὡς νῦν—.” Quae signa librarius codicis Veneti 12. Huic scholio lemma prae- describens non animadvertit tex- scriptum ἐκ πόλιος δʼ ἀκάχοιντο (sic). tum suum discrepare ab eo cui ἄξοντο Friedl. p. 61] ἄξαντο addita erant scholia et signa, quae ἄγοντο] ἤγοντο Friedl. describebat; sed postquam tribus 13. γεφύρῃ] Sic A, non γεφύρας. versibus antisigma apposuit, ex- 15. τὰςθ—ἐχρῶντο] Haec qui emplum suum oscitanter secutus addidit, γεφύρας legit. tribus versibus puncta adscripsit, 25. κατʼ] καὶ Friedl.)
296

πρώονες] ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν διῃρέθη, καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη.

560. ὅτι τῷ ὡς ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ τόσσα, ποσότητος ὃν δηλωτικόν· διὸ καί τινες γράφουσιν “ὡς τὰ μεσηγὺ νεῶν.” τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει, τὸ δʼ ἀνταποδιδόμενον τὸ τοῦ πλήθους παρεμφαίνει. καὶ ὅτι οὐ προ- συστήσας τὸν Σκάμανδρον Ξάνθον καλεῖ, ἀλλὰ διὰ τῶν ἐξῆς “ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον.”

*γράφεται καὶ τοῖα μεσηγύ, καὶ ὡς τὰ μεσηγύ.

562. χίλιʼ] ὅτι Ζηνόδοτος γράφει μύρια. ἐπιφέρει δὲ “ἐν δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ,” ὥστε γίνεσθαι μυριάδας πεντή- κοντα. ἐὰν δὲ γράφηται χίλια, πέντε μυριάδας, συμφώνως· διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἐλλήνων συνίστησιν.

563. παρʼ ἑκάστῳ δὲ σέλᾳ πυρὸς, τουτέστι παρʼ ἑκάστῃ δὲ πυρᾷ, πεντήκοντα ἐκαθέζοντο ἄνδρες. ἐκ τούτων δʼ ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων ὅτι πέντε μυριάδες ἦσαν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.