Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

43. χρυσὸν δʼ αὐτὸς ἔδυνε] ὅτι ἀντὶ τοῦ χρνσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς (387) ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλιαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ ἔλαβεν.

45. *οὐκ ἄκοντε] οὐκ ἀπρόθυμοι.

46. ὅτι οὐδέποτε εἶπε μεσσηγὺς γαίης τε καὶ Ὀλύμπου νιφοεντος, οὐδὲ τὸν Ὄλυμπον ἀστερόεντα· διαφέρει γὰρ κατʼ αὐτὸν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ.

47, 48. Ἴδην—Γάργαρον] πρὸς τὴν ἰδιότητα τῆς φράσεσες, [*](14. τούτους] ἀστερίσκος, ὅτι τούτους Cobetus. 20. *τὸ] om.)

271
ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν· προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν. μέρη γὰρ τῆς Ἴδης ἄλλα τε καὶ τὸ Γάργαρον.

47. * πολυπίδακα] πίδακές εἰσιν αἱ τῶν ὑδάτων ἀναδόσεις αἱ μικραί.

48. Γάργαρον] τὸ ἀκρωτήριον τῆς Ἴδης, ἤτοι ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα, ἢ ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς στόμασιν ἡμῶν γαργαρεῶνος τῆς λεγομένης σταφυλῆς· καὶ γὰρ τὸ σῶμα τοῦτο ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει· τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης, Λεκτὸν, Γάργαρον, Φαλάκρη. τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ αἰτίων.

53. ὅτι πρὸ τούτον τὴν ἀνατολὴν τίθησι Ζηνόδοτος τὸ δὲ συνεχὲς τοῦ λόγου οὕτως ἐστὶν, ἡμέρας ἐνστάσης ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο, οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντο.

54. ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο] ἐξωπλίζοντο καὶ ἀνελάμβανον τὰ ὅπλα, ὅπερ ἀγνοήσαντές τινες γράφουσι τοὶ δʼ αὐτόθι θωρήσσοντο.

55. * Ἀρίσταρχος διὰ τοῦ ὁ ὁπλίζοντο.

56. παυρότεροι] ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας σὺν τοῖς ἐπικούροις λέγει. ἡ δὲ ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα “πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες” (Il. 2, 131)· καὶ πρὸς Ζηνόδοτον γράφοντα (562) “μυρία δʼ ἐν πεδίῳ.”

57. *χρειοῖ] ὡς Λητοῖ· ἡ γὰρ εὐθεῖα “χρειὼ ἐμεῖο γένηται” (Il. 1, 341).

58. πᾶσαι δʼ ὠΐγνυντο πύλαι] ὅτι μία ἐστὶ πύλη, καὶ πληθυντικῶς εἶπε πύλαι. τὸ δὲ πᾶσαι ἀντὶ νοῦ ὅλαι, ὡς “θριξὶ δὲ πάντα νέκυν καταείνυον” (Il. 23, 135).

60. ἵκοντο] γρ. ἵκανον.

62. ὅτι ταυτὸν ἐξ ἐπαναλήψεως εἶπεν· προειπὼν γὰρ ῥινούς, ἐπενήνοχεν “ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι,” ἐξ ἀμφοτέρων ταὐτὰ σημαίνων.

65. ῥέε δʼ αἵματι γαῖα] ὅτι ἀντὶ τοῦ ἐρρεῖτο ἡ γῆ, καὶ ἵτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

66. ἡ διπλῆ, ὅτι νῦν τὴν πρὸ μεσημβρίας ὅραν ἠῶ λέγει. ἀέξετο] αὔξησιν ἐλάμβανεν ἡ ἡμέρα, ὁ ἐστιν ἕως οὗ ὑψοῦτο ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν.

68. ὅτι οὐδέποτε ἐν Ὀλύμπῳ τὸν ἥλιον, ἀλλʼ ἐν οὐρανῷ· οὐκ ἄρα

272
ὁ αὐτὸς τῷ οὐρανῷ· τὸ δʼ ἀμφιβεβήκει γράφεται καὶ σὺν τῷ ν, ἀμφιβεβήκειν.

69. τάλαντα] τὴν τοῦ Διὸς διάνοιαν.

70. ἐν δʼ ἐτίθη δύο κῆρε] μίαν ὑπὲρ ἑκατέρου στρατεύματος· καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύλος νομίσας λέγεσθαι τὰς ψυχὰς, ἐποίησε τὴν Ψυχοστασίαν, ἐν ᾗ ἐστὶν ὁ Ζεὺς ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχήν.

73, 74. ἀθετοῦνται, ὅτι ὑπὲρ ἑκάστου στρατεύματος κῆρα ζυγο- στατεῖ ὁ Ζεὺς, οὐ πλείους, ὡς ἐπὶ Ἀχιλλέως καὶ Ἕκτορος (Il. 22, 210)· ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς. εἰ δέ τις δύο ὑπὲρ ἑκατέρου ἵστασθαι φήσει, ῥυόμενος τὴν σύγχυσιν τοῦ δυϊκοῦ σχή- ματος, ἄλογον· πρὸς τί γὰρ δύο, ἀλλʼ οὐ μία;