Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

517. *ἀγγελλόντων] ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν.

519. λέξασθαι προτὶ ἄστυ] ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. θεοδμήτων δὲ, καθὸ ὑπὸ θεῶν ᾠκοδομήθη τὸ τεῖχος τῆς Ἰλίου.

προτὶ ἄστυ] γρ. περὶ ἄστυ.

520. θηλύτεραι] αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡρισμένον ἔχει και- ρὸν ἐν ᾧ μίγνυται, αὗται δὲ διηνεκῶς πλησιάζουσιν.

521. * καιόντων] ὅτι ἀντὶ τοῦ καιέτωσαν.

524. ἀθετοῦνται δύο στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει, καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προτακτικοῦ παρείληπται, ὃς μέν ἀντὶ τοῦ ὁ μέν. ὁ δὲ νοῦς ἐστὶ τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ σήμερον συν- τετέλεσταί μοι ὁ λόγος καὶ οὐδὲν παραλέλειπται· περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω.

[*](12. Verba χωρὶς σπουδῆς etiam νοῦς utrobique Nauckius Aristoph. in marg. inter. 13. τούτων] τοῦτον 17. ὡς Ἀριστόρχειον] ὡς Ἀριστάρ- 16. αἱ Ἀριστοφάνους] Sic etiam χειον γραφὴν Vill. ἡ Ἀριστάρχειος in schol. Od. 5, 83. ἡ Ἀριστοφά- est p. 294, 14.)
294

526. εὔχομαι ἐλπόμενος] ὅτι Ζηνόδοτος γράφει ἔλπομαι εὐχό- μενος. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπῃρμένον λέγει, ἐλπίζω εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι ἐλ- πόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν.

*οὕτως ἡ γραφὴ, εὔχομαι ἐλπόμενος, οὐ τὸ ἐναντίον.

527. κηρεσσιφορήτους] συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος καὶ οἱ πλείους· ἴσως δὲ ἐπεὶ ἀναλύει αὐτό “οὓς κῆρες φορέουσιν” ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατ᾿ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσ—πασιμέλουσα (Od. 12, 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· Ναυσικάα, Ναυσίθοος, ἐγχεσίμωροι, τειχεσιπλήτης. κατʼ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρʼ Ἐπιχάρμῳ κατὰ τέλος συντεθειμένον “γυναικάνδρεσσι ποθεινοί.” εἴπερ οὖν τοῦτο ἀληθὲς, δῆλον ὅτι παράλογον τὸ κηρεσσιφορήτους κατὰ σύνθεσιν ἀναγνωσθέν. ἀλλʼ ὅμως ἐπεκράτησεν ἡ Ἀριστάρχειος, διʼ ὃν εἴπομεν λόγον.