Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

346. μετὰ τὸ κεκλόμενοι στικτέον· ἑτέραν γὰρ πεποίηκε περί- οδον τὴν ἑξῆς, ὡς εἴ γε διὰ τοῦ δ ἐγράφετο, μέγα δʼ εὐχετόωντο, ἐστίξαμεν ἂν ἐπὶ τὸ ἀνίσχοντες. καὶ τάχα γραφικὸν ἁμάρτημα γέγονεν.

349. ὁ Ζηνόδοτος γράφει Γοργόνος ὄμματʼ ἔχων ἠὲ βροτο- λοιγοῦ Ἄρηος. ὁ δὲ Ὅμηρος χωρὶς τοῦ ν λέγει “τῇ δʼ ἐπὶ μὲν Γοργώ” (Il. 11, 36) ὡς Σαπφώ· διὸ λέγει Γοργοῦς ὡς Σαπφοῦς. Ἀρίσταρχος δὲ γράφει σὺν τῷ ῑ, οἴματʼ ἔχων· καί φασι παρὰ τὴν οἶμον γεγενῆσθαι, τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα. αἱ μέντοι πλείους τῶν δημωδῶν εἶχον Γοργοῦς ὄμματʼ ἔχων, οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις.” χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν.

352. νῶι] ἡμῖν κοινῇ διαλέκτῳ· Δωριεῖς γάρ φασιν ἄμμες, Αἰολεῖς ἄμμε, Ἀττικοὶ δὲ νώ, Ἴωνες ἡμέας. ἔστι δὲ ἀντωνυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως, ἡμῶν καὶ ἡμῖν.

353. *Δαναῶν] γρ. Ἀργείων.

κεκαδησόμεθ’ ὑστάτιόν περ] δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνα ᾖ ὑστάτιον οἶτον· βέλτιον δὲ ὡς σύνηθες τοῖς ἄνω. ἡ δὲ διάνοια, οὐκέθʼ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πανύστατον νῦν. ὑστάτιον ἀντὶ τοῦ ὕστατον, ὡς μάλλιον τῶν ἄλλων.

355. ἀνεκτῶς] ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ “ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται, οὐκέτʼ ἀνεκτά” (Il. 1, 573).

[*](5. δοκεύει] δοκεύειν ad νῶῖν v. 374 COBET. 15. In marg. inter. Ἀρίσταρχος ἄμμες] ἁμὲς Cobetus. Γοργοῦς οἴματʼ ἔχων 28. μάλλιον τῶν ἄλλων (τʼ ἄλλʼ)] λέγει delet Friedl. ἀλλοῖον τὸν ἄλλον Cobetus. 21. νῶῖ: ἡμῖν—] Hoc pertinet)
287

361. σχέτλιος] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἀγνώμων, οὐκ ἐν τῷ καθόλου δὲ, ἀλλʼ εἰς ταύτην μόνην.

367. πυλάρταο] ἰσχυρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύλας, διὰ τὸ μηδένα ὑποστρέφειν ἐξ Ἅιδου.

368. ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο] ὅτι τούτου μόνου τοῦ ἄθλου μέμνηται κατὰ τὸ ῥητὸν, τίνες ἦσαν, καὶ ὅτι κύνα μόνον λέγει, Κέρβερον δὲ οὐκ ὀνομάζει, ὡς οἱ νεώτεροι. ἀπὸ δὲ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίν- δαρος γοῦν ἑκατὸν, Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησιν.

τὸν Κέρβερον. τελεσθέντων Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγέου βοσκημάτων· ἆθλον καὶ τὸν τῆς Ὕδρας, ἑνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρ- βερον ἐξ Ἅιδου κομίζειν.

369. Στυγὸς] Στὺξ μία τῶν Ὠκεανοῦ θυγατέρων, ἣν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε τιμήσας αὐτὴν, ὥς φησιν Ἡσίοδος ἐν Θεογονίᾳ (775). ἔστι δὲ καὶ κρήνη ἐν Ἅιδου.

371, 372. ἀθετοῦνται δύο στίχοι, ὅτι οὐκ ἔδει κατὰ μέρος διηγή- σασθαι, καὶ ταῦτα πρὸς τὴν καλῶς εἰδυῖαν· καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστοροῦμεν.

*οὐδὲ παρὰ Ζηνοδότῳ ἦσαν.

[*](6. τίνες ἦσαν delet Lehrsius. Λακωνικῆς ἀκρωτήριον, οὖ τῆς Ἅιδου 8. * κοὶ τὴν] ἢ τὴν καταβάσεως στόμιον, διὰ τούτου κατῄει. 10. φησιν] φασίν ὡς δʼ εἶδον αὐτὸν αἱ ψυχαὶ χωρὶς 11. Post hoc scholion A addit Μελεάγρου καὶ Μεδούσης τῆς Γοργόνος locum Apollodori 2, 5, 12 ab in- εὐθὺς ἔφυγον· ἐτὶ δὲ τὴν Γοργόνα τὸ terpolatore illatum, in libris Apol- ξίφος ὡς ζῶσαν ἕλκει καὶ παρὰ Ἑρμοῦ lodori partim rectius partim viti- μανθάνει ὅτι ἐστὶ κενὸν εἴδωλον. πλη- osius scriptum quan apud scholi- σίον δἐ πῶν Ἅιδου πυλῶν γινόμενος astam, εἶχεν δὲ οὕτος (i. e. Κέρβερος) Θησέα ἐγείρει καθήμενον ἐπὶ ἀκινήτου τρεῖς μὲν κυνῶν κεφαλὰς, τὴν δέ οὐρὰν θρόνου, ὁμοίως δὲ καὶ Πειρίθουν ἠβου- δράκοντος, τὰ δὲ τοῦ νώτου παντοίων λήθη καὶ τῆς γῆς πολὺ σειομένης οὐκ εἶχεν ὄφεων κεφαλάς. μέλλων οὖν ἐπὶ ἠδυνήθη, ἀπεκύλισε δὲ καὶ τὸν Ἀσκα- τοῦτον ἀπιέναι ἦλθεν πρὸς Εὔμολπον λάρφυ πέτρον. βουλόμενος δὲ αἶμα εἰς Ἐλευσῖνα, βουλόμενος μυηθῆναι. ταῖς ψυχαῖς παραθέσθαι μίαν τῶν ἦν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι, Ἄιδου βοῶν ἀπέσφαξεν. ἐπειδή περ Θυέστης ὁ Πυλίου παῖς 11. * ἔπεσιν] ἐτησίων παραγενόμενος ἐμυεῖτο. μὴ δυνάμενος 12. Αὐγέου] αὐγαίου οὖν ἰδεῖν τὰ μυστήρια ἐπεί περ οὐκ 17. *δὲ καὶ] καὶ om. ἠγνίσθη εἰς τὸν τῶν κενταύρων φόνον 21. Verba οὐδέ παρὰ Ζηνοδότῳ ἀγνισθεὶς ὑπὸ Εὐμόλπου τότε ἐμυήθη ἦσαν separatim scripta leguntur καὶ παραγενόμενος ἐπὶ τὸ Τέναρον τῆς in marg. inter.)
288

373. ἔσται μὰν ὅταν] πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή” (Il. 6, 448) ἀντὶ τοῦ ὅνʼ ὀλεῖται.

376. * ἴδωμαι] γράφεται ἴδωμεν.

377. ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν νῶϊν. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶι ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς.

378. *προφανέντε] γρ. προφανείσα.

γηθήσει προφανεῖσα] Ἀρίσταρχος προφανέντε ὡς “πλη- γέντε κεραυνῷ” (455) δυικῶς· ὁ δὲ Ζηνόδοτος γηθήσει προ- φανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων, συστέλλων τὴν τελευταίαν, παροξυτόνως προφερόμενος [μετʼ ἐκτάσεως τοῦ ᾱ]. ἔστι δὲ ἄκρατον Δώριον. σπάνιον δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητή.

379. ἦ τις καὶ Τρώων] περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα διαπο- ρητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ὢν περισπασθήσεται.

385. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ (Il. 5, 734) καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. ἠθέτει δὲ καὶ Ἀριστο- φάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

389. λάζετο] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ περὶ τοῦ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ ν προφέρεται λάζυτο. καὶ ἔστιν οὐκ ἀδόκιμος ἡ φράσις.

390, 391. ἀθετοῦνται καὶ οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν (ll. 5, 746) μετηνέχθησαν.

393. πύλαι μύκον οὐρανοῦ] ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται· τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου.

399. ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχέως.