Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

299. * βαλέειν] ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν.

[*](5. Genuina scholii forma fuit, 19. Ἡσιόνη] ἰσιώνη ut monet Cobetus, ἀθετεῖται, ὅτι 23. ἔρυσθαι] ἔρυσθε ἄκαιρος—ἀποτροπήν. παρὰ Ζηνοδότῳ 38. Ἡρωδιανὸς—φησι] ἡρωδιανοῦ οὑδὲ ἦν—Ἀριστοφάνει. —φασι 14. Ἀπολλωνίῳ] Ἀπολλοδώρῳ 30. δεδέχθαι] δεδέχεσθαι Heynius. 31. τὸ Lehrsius Arist. p. 61] καὶ)
284

κύνα] διὰ τὸ θρασὺ καὶ πολύλαλον· “ἐξ αὗ νῦν ἔφυγες θάνατον, κύον” (Il. 13, 362) καὶ τὸ “ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου” (338).

301. *πρὸς τὸ βαλέειν.

304. *Αἰσύμηθεν] Ἀρίσταρχος Αἰσύμνηθεν, καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους.

306. μήκων δʼ ὡς] ἤτοι τὸ ἑξῆς ἐστὶν, ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων, ἥτʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη ἐστί. λείπει γὰρ τὸ ῥῆμα τοῦ- το, καὶ οὐκ ἔστιν ἡ μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀντα- πόδοσις λεγομένη· καὶ γὰρ ἑξῆς ἐπιφέρει “ὣς ἑτέρωσʼ ἤμυσε κάρη·” καὶ ἐν ἄλλοις δὲ εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλεν διαστελοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν ὑποστίξομεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν, ὣς ἑτέρωσʼ ἤμυσε κάρη. ἢ περισσόν ἐστι τὸ ἡ ἄρθρον καὶ ὁ τέ σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν [ὣς ἑτέρωσʼ ἤμυσε κάρη, βάλλει] καρπῷ βριθομένη, ὡς ἑτέρωσʼ ἤμυσε. βέλτιον δὲ ὑποστίζειν.

ὅλον ὅλῳ παραβέβληται. ἔστι δὲ διάκενος ὁ μήκων· διὸ βαρεῖται. ἔστι δὲ κοινὸν τὸ κάρη βάλεν.

307. ἡ διπλῆ, ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν, εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρίθεται. ἢ κοινὸν τὸ κάρη βάλεν.

308. *ἑτέρωσ’] ὅτι τὸ πλῆρες ἑτέρωσε.

311. διχῶς, ἀλλʼ ὅγε τοῦ μὲν ἅμαρτε, καὶ ἀλλʼ ὅγε καὶ τόθʼ ἅμαρτε.

312. Ἀρχεπτόλεμον] ὅτι ἐνταῦθα καταλέλοιπε Ζηνόδοτος Ἀρ- χεπτόλεμον, πεποίηκε δὲ ἄνω (128) Ἰφιτίδην Ἐρασιπτόλεμον.

313. *πρὸς τὸ βάλεν ἀντὶ τοῦ ἔπαισεν.

*βραχὺ διασταλτέον μετὰ τὴν δε συλλαβήν.

316. * ὅτι ἐλλείπει ἡ περί, περὶ ἡνιόχου.

317. *ἑταίρου] λείπει ἡ περί, περὶ ἑταίρου.

321. ὁ δὲ] Ὁμηρικὸν ἔθος ὡς περὶ ἑτέρου λεγόμενον.

[*](1. αὐ] οὖ habere non possunt: v. Friedl. p. 12. ὑποστίξομεν] ὑποστίξωμεν 67, 196. δύναται—ὑποκρίσει] Haec recte 16. ὣς—βάλλει delet Friedl.)
285

σμερδαλέα ἰάχων, ὁ δέ] ὅτι ὡς περὶ ἑτέρου “ὁ δὲ χερμάδιον,” ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς εἰ ἔλεγεν οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί.

322. *βαλέειν] ὅτι ἐπὶ τοῦ τρῶσαι.

325. ὅτι αὐερύοντα σαφῶς εἰς τοὐπίσω ἕλκοντα· καὶ παλίν- τονα τόξα ἀπὸ τούτου. οὐ πάντως διασταλτέον ἐπὶ τὸ αὐε ρύοντα, ὡς ἀξιοῖ Νεοτέλης· ἀμφότερα γὰρ συμβέβηκε πρὸς τὸν ὦμον, καὶ τὸ βληθῆναι αὐτὸν καὶ τὸ ἐρύσαι. ὁ μέντοι Νεοτέλης Σκυθικὴν εἶναι τὴν τοξείαν ἔφασκεν, τοῦ τόξου πρὸς τὸν ὦμον ἑλκομένου.

328. ὅτι ἐν τοῖς ἑξῆς (Il. 15, 469) τούτου μνημονεύει “νευρὴν δʼ ἐξέρρηξε νεοστρεφέα” καὶ ὅτι οὕτως εἶπε τὸ ἐνάρκησεν ἐν ἴσῳ τῷ ναρκᾶν ἐποίησε τὴν χεῖρα κατὰ τὸν καρπόν.

τινὲς προπεριέσπασαν τὸ χειρ, ἵνʼ ἔχῃ ἐντέλειαν πτώσεως αἰτια- τικῆς. ὁ μέντοι Ἀσκαλωνίτης ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ σχῆμα γένηται.

νάρκησε δὲ χείρ] ποῖος ὦμος βέβληται; δῆλον ὅτι ὁ ἀριστερὸς, διʼ ὧν φησι “τόξον δέ οἱ ἔκπεσε χειρός.” ἄλλως τε τὸν προβεβλη- μένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ τοξεύειν. τινὲς δὲ χεῖρα κατʼ αἰτιατικήν.

331. περίβη] ὅτι ἀπὸ τῶν ὑπερμαχούντων τοῖς ἐκγόνοις ζώων, πρὸς τὸ “Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37).

337. Ἕκτωρ δʼ ἐν πρώτοισι] αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, Ἕκ- τωρ δὲ πρώτοισι· καὶ ἔστιν, ὁ δὲ Ἕκτωρ ἐπὶ τοὺς πρώτους ὥρμα.

338. ὡς δʼ ὅτε τίς τε κύων] οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῶον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴ- κασται κυνὶ ἑνὶ καὶ ὁ διωκόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτεί- νων τὸν ὀπίστατον (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παραβολὴ οὐ πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί.

[*](11. τῷ νορκᾶν ἐποίησε addidit 28. *τῷ λέοντι] καὶ πρώην λέοντι *B Ἕκτωρ] ὁ om. Lehrsius. 21. ἀμφιβέβηκας] ἀμφιβέβηκεν 30. *τὸ δεύτερον] τὸν δεύτερον 26, * πολλοὺς—διώκοντα] om. 31. *πρὸς τάχος] τάχους)
286

339. διώκων] γράφεται πεποιθώς.

340. ἰσχία τε γλουτούς τε] τὸ ἡμιστίχιον ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ σχῆμα, ἅπτηται ἰσχία ἀντὶ τοῦ ἰσχίων, ὡς “Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους’ (Il. 5, 748)· ἢ τοῖς ἑξῆς προσδοτέον, ἵνα τὸ δοκεύει κοινὸν ᾖ.

σημειοῦνταί τινες ὅτι ὑγιῶς διέσταλκε.

οὕτω διὰ τοῦ ν ἑλισσόμενον· τὸν γὰρ ὗν ἐπιστρεφόμενον παρα- τηρεῖ.