Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

193. * Ἀρίσταρχος δύνω, ἄλλοι δὲ δύω.

195. σιγῇ ἐφʼ ὑμείων ἕως τοῦ ἔλπομαι ἐν Σαλαμῖνι (199) στίχοι πέντε ἀθετοῦνται, ὅτι οὐ κατὰ τὸν Αἴαντα οἱ λόγοι, καὶ ἑαυτῷ ἀνθ- υποφέρει γελοίως.

197. *ἑκὼν] Ἀρίσταρχος διὰ τοῦ λ, ἑλών.

* Ἀρίσταρχος καὶ αἱ πλείους ἑλών.

198. οὐδέ τʼ ἀιδρείῃ] διὰ τοῦ ῑ εἶχον αἱ Ἀριστάρχον· ἡ δὲ Ἀρι- στοφάνους οὐδὲ μὲν ἰδρείῃ. ἠθέτηντο δὲ καὶ παρὰ Ἀριστοφάνει καὶ Ζηνοδότῳ.

[*](1. ὑπιδόμενοι] ὑπειδόμενοι 19. ἵκοντο] Immo ἵκανε. 8. Hoc scholion in utroque 30. In marg. a m. rec. γρ. ουδέ margine legitur. sed manu diversa. τε (τι Bekk.), ἰδρείῃ 17. τοῦ ἐ. τὸ Bekk.] ἀντὶ τοῦ ἐ. διὰ τοῦ ῑ] I. e. ἰδρίῃ)
260

ἐμὲ] ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ᾖ ἀντιδιαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα.

199. γενέσθαι τε] ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν ἐστιν, ἀλλ᾿ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω δὲ τοῦ τετραφέμεν τε, ὡς καὶ ἐν τῆ Τ τῆς Ὀδυσσείας (320) παρα- λόγως ἐνεκλίναμεν ἐν τῷ “ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,” ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν.

202. Ἴδηθεν] ἡ διπλῆ, ὅτι τὸ θέν παρέλκει νῦν· ἔστι γὰρ ἀντὶ τοῦ Ἴδης.

210. *ἔριδος μένει] περιφραστικῶς ἔριδι.

212. *προσώπασι] ἀντὶ τοῦ προσώπῳ.

213. *βιβάς] οὕτως Ἀρίσταρχος, βιβάς.

214. * Ἀρίσταρχος τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον.

221. Ὕλῃ] ὅτι ἐνταῦθα συνεσταλμένως, ἐν δὲ τῷ καταλόγῳ (Il. 2, 500) ἐκτεταμένως “ἠδ Ὕλην καὶ Πετεῶνα.”

228. ῥηξήνορα] τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τουτέστι τῇ ἀνθρείᾳ· ἢ τὸν ῥέξαι τι ἤτοι πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον.

238. βῶν] οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν. ἡ Ἀριστοφάνους βοῦν. τινὲς δὲ ἔξω τοῦ ν βῶ, καὶ μήποπε πιθανῶς, ἀντὶ τοῦ βόα.

*οὕτως Ἀρίσταρχος βῶν ἀντὶ τοῦ ἀσπίδα.

βῶν] βοῦν Δωρικῶς τὴν ἀσπίδα, ὅτι ἐκ βοείων ἐστὶ δερμάτων, συνεκδοχικῶς τὸ ὅπλον.

238, 239. βῶν ἀζαλέην] ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει βῶν διὰ τὸ ἐκ βοείων εἶναι δερμάτων· καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον ἐπήνεγκεν, τό μοί ἐστι, πρὸς τὸ σημαινόμενον. τὸ δὲ ταλαύρινον παρῆκται, εὔτολμον· οὐ γὰρ ἡ ῥινὸς ἔγκειται, ὡς ὠήθησάν τινες.

240. *γράφεται καὶ ἐπάξειν.

241. *δηίῳ μέλπεσθαι Ἄρηϊ] Ἀρίσταρχος σὺν τῷ ν δηΐων, πληθυντικῶς.

κυρίως μὲν παίζειν ἢ τέρπεσθαι, νῦν δὲ οἷον κινεῖσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην.

255. *ἐπὶ τὸ τέλος τοῦ στίχου βραχὺ διασταλτέον.

ὅτι κυρίως ἔγχη τὰ δόρατα, οὐχ ὡς τινες τὰ ξίφη. λέγει δὲ τὰ ἐνεχόμενα ταῖς ἀσπίσιν, ἃ προήκαντο.

[*](22. *τὸ ὅπλον] τῷ ὅπλῳ Cobetus. Similiter in scholio v. 30. κυρίως] ἡ διπτλῆ, ὅτι κυρίως 255.)
261

255—257. τὼ δʼ ἐκσπασσαμένω-σύν ῥʼ ἔπεσον—ἢ συσὶ κά- προισιν] τοὺς στίχους τούτους οὐ προσίενται ἔνιοι, ὥσπερ οὐδὲ Ζηνό- δοτος, ἀλλὰ τὸ τῆς συνεπείας οὕτως ἔχει παρʼ αὐτῷ ὥσπερ καὶ ὁ Ἀριστόνικος ἐκτίθησιν, ἣν περιττὸν ἐνομίσαμεν γράψαι.

259. *χαλκόν] Ἀρίσταρχος διὰ τοῦ σ χαλκός.

272. * Ἀρίσταρχος ἀσπίδʼ ἐνιχριμφθείς.