Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

273. καί νύ κε δὴ ξιφέεσσʼ] ὅτι ἀρτίως ἐπὶ τὸ τοῖς ξίφεσι χρῆ- σθαι ἐληλύθασιν. ὅταν δὲ λέγῃ “τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα” (255), τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο.

276. Ταλθύβιός τε καὶ Ἰδαῖος] ὁ μὲν Ἰδαῖος εἰκότως προσέρ- χεται, τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην τοῦ Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει, ἔνθα τύχης, οὐ τέχνης κρίσις· ἀπὸ ἴσου γὰρ ἡ κρίσις. ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον· ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα.

*ὅτι πρὸς τὸ δεύτερον πρῶτον· ὁ γὰρ Ταλθύβιός ἐστιν Ἀχαϊκός.

282. ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς (293) μετενήνεκται· ὁ μὲν γὰρ κῆ- ρυξ αἰτίαν λέγει διʼ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προ- φάσεως μὴ συλλυέτω.

πιθέσθαι] παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόριστος.

285. *αὐτὸς γὰρ] ἐν ἄλλῳ οὗτος γάρ.

289. πινυτήν] Ἀρίσταρχος ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις αὕτη, νῦν μὲν παυσώμεσθα.

290. * ἐν ἄλλῳ νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα.

293. * ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος (282) μετενήνεκται.

295. ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα “ὡς σύ τʼ ἐϋφρήνῃς πάντας.” ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους.

298. θεῖον δύσονται ἀγῶνα] ὅτι οὕτως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν, διὰ τὸ πολλῶν θεῶν ἐν ταὐτῷ εἶναι ἀγάλματα.

[*](7. τὸ addidit Bekker. στημα in A. 12. *ἀφαιρούμενος. φαμὲν δὲ ὅτι] 15. ὁρᾷ] ὁρῶν προαιρούμενος, ἀλλʼ ὅτι *ἁλλὰ] om. 13. ἔνθα—γὰρ ἡ κρίσις post κατά-)
262

303. δῶκε ξίφος] σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς τὸ ξίφος ὁ Ἕκτωρ.

304. *ἐϋτμήτῳ] Ἄρίσταρχος διὰ τοῦ κ, ἐϋκμήτῳ.

305. φοίνικι φαεινόν] ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτισμένον, ὅ. ἐστι κεχρωτισμένον.

306. τὼ δὲ διακρινθέντε ὁ μὲν] ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὅ δέ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήν- τηκεν.

308. ὡς εἶδον ζωόν] οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν.

310. *ἀελπτέοντες] οὐκ ἐλπίζοντες, ἀλλʼ ἀπεγνωκότες.

312. *εἰς Ἀγαμέμνονα] ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα.

314. *τοῖσι δὲ] ὅτι ὁ δέ περισσός.

319. *πόνου] ὅτι ἀντὶ τοῦ ἔργου.

328. * πολλοὶ γάρ] ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους εἰσέβαλεν ἀρ- χαικῶς.

330. ψνχαὶ δʼ Ἄϊδόσδε κατῆλθον] ὅτι συμφώνως τῷ κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος (1, 3) “πολλὰς δʼ ἰφθίμους φυχάς.” οὐκ ἄρα γραπτέον κεφαλάς.