Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

118. γόνυ κάμψειν] ἀναπαύσεσθαι, ἢ συγκάμψειν τὰ γόνατα διὰ τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι.

*γόνυ κάμψειν ἀντὶ τοῦ φυγεῖν.

127. ὅς ποτε μʼ εἰρόμενος] ὅτι Ζηνόδοτος γράφει μέγα δʼ ἔστενεν, ἐξ οὗ φανερός ἐστιν ἀνεγνωκὼς μειρόμενος, οἷον στερό- μενος. ὁ δὲ Ὅμηρος τὸ μείρεσθαι οὐκ ἐπὶ τοῦ στέρεσθαι τίθησιν, ἀλλʼ ἐπὶ τοῦ μερίζεσθαι· “καὶ ἥμισυ μείρεο τιμῆς” (Il. 9, 616). δέον οὖν εἰρόμενος, ἐρωτῶν. προκρίνει δὲ ὁ Ἀρίσταρχος τὴν μέγʼ ἐγήθεεν γραφήν.

ὅς ποτέ μʼ εἰρόμενος] τὸ πλῆρες, ἐμὲ εἰρόμενός τε.

128. γενεήν τε τόκον τε] πατέρα καὶ παῖδα. τὸ μὲν γὰρ ἐπαι- νεῖν τοὺς προγόνους κολακικὸν, τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπίφθονον.

[*](3. ἀνὰ δʼ ἄνσχεο] In cod. Townl. 5. ἀναπέμπει Bekkerus] ἀναπέι- Ἀρίσταρχος καὶ Ἡρωδιανὸς ἀνὰ δʼ πειν ἴσχεο. Apud Hesychium ἀνὰ δʼ 8. τούτῳ Bekkerus] ὅτι τούτῳ ἴσχεο (sic Musurus pro ἀνίσχεο): 19. * συγκάμψειν] συγκάμψαι ἀνάσχου δέ. Aristarcus haud du- 26. μέγʼ ἐγήθεεν (vel μέγα γή- bie ἀνὰ δὲ σχέο probaverat. θέεν)] μέγ’ γήθησεν (sic))
257

129, 130. ἀκούσαι—ἀείραι] παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν εἶναι.

130. φίλας ἀνὰ χεῖρας] ἐν ταῖς ἐξητασμέναις Ἀριστάρχου βαρείας χεῖρας, τὰς βεβαρημένας ὑπὸ γήρως νῦν καὶ δυσκινή- τους. ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας· “βαρείας χέρας ἐποίσειν” (Il. 1, 89).

133. ὠκυρόῳ κελάδοντι] ὅτι ἰδίως τὰ ἐπίθετα προτάξας τὸ κύριον ἐπήγαγεν (135) “Ἰαρδάνου ἀμφὶ ῥέεθρα.”

135. Φειᾶς] ὅτι ἐν Ὀδυσσείᾳ (15, 296) πληθυντικῶς “ἡ δὲ Φεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,” ὡς Μυκήνην καὶ Μυκήνας.

περισπαστέον· ἑνικὴ γάρ ἐστι γενική· πρόδηλον κἀκ τῆς συντά- ξεως τοῦ τείχε σσι, παρὰ τοῖς τῆς Φειᾶς τείχεσι. Φεὰ δὲ πόλις τῆς Ἤλιδος, οἱ δὲ τῆς Ἀρκαδίας, παρʼ ἣν ὁ Ἰάρδανος ῥεῖ. ἀλλὰ καὶ ἡ Φειὰ παραθαλάσσιός ἐστι, καὶ Ἰάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. ἄμεινον οὖν ὡς Δίδυμος, Φηρᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα· οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ.

136. * πρόμος] ὅτι πρόμος ἀντὶ τοῦ πρόμαχος κοινῶς.

138. ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ· καὶ ὅτι οὕτος ὁ Ἀρηίθοος Ἀρκὰς ὢν ὁμώνυμός ἐστι τῷ Βοιωτῷ.

140. οὕνεκʼ ἄρʼ οὐ] τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ Κορυνήτου ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ “ἀλλὰ σιδηρείῃ κορύνῃ,” βραχὺ μόνον διαστέλλοντα.

143. ὑποφθάς] ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. Ἀρίσταρχος δέ φησι καὶ ἀναστάς, οἷον ἐκ λόχου ἀναστάς.

146. *τεύχεα δʼ ἐξενάριξε] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ τέ, τεύχεα τʼ ἐξενάριξε.

ὅτι κυρίως τὸ ἐξενάριξε νῦν, τὰ ἔναρα περιεῖλεν.

148. *ἐγήρα] ὅτι ἀντὶ τοῦ ἐγήρασε τὸν παρατατικὸν ἔταξεν.