Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

426. δάκρνα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν Ἑλλήνων ἀχνύμενοί φησιν (431).

427. * οἱ δὲ σιωπῇ] ἐν ἄλλῳ ἀλλὰ σιωπῇ.

428. πυρκαϊῆς] οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· αἱ δὲ Ζηνοδότου πυρκαϊῇ, καὶ ἔστι χαριέστερον, ὡς τὸ “ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν” (ll. 23, 165).

ἐπενήνεον] γράφεται καὶ ἐπινήνεον, καὶ ἔστιν Ἰακόν.

429. ὅτι ἐκαίοντο οἱ νεκροὶ, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον.

433. ἀμφιλύκη νύξ] τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον. τουτέστιν ὁ βαθὺς ὄρθρος, παρὰ τὴν λύγην, ἐστι σκοτίαν, οἱονεὶ λυγόφως τι ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται.

436. *ὅτι πολυάνδριον. πῶς οὖν “ὅς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγῃ” (334);

ἐκ πεδίου] ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, ἄκριτον ἐν πεδίῳ, περὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν, καὶ μήποτε ἄμεινον οὕτως.

443. οἱ δὲ θεοὶ πὰρ Ζηνί ἕως τοῦ “ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον” (464) ἀθετοῦνται στίχοι κβ΄, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομαχίας (Il. 12, 4) ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε.

446. ἦ ῥά τις ἔστι βροτῶν] ἆρα ἔτι, φησὶ, τὶς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς;

447. ἀθανάτοισι] ἵτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει.

451. οὕτως Ἀρίσταρχος ὅσην τʼ ἐπικίδναται θηλυκῶς, Ζηνοδότειος δὲ ἡ “ὅσον τʼ ἐπικίδναται.”

*Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ ὅσον.

452. τοῦ δʼ ἐπιλήσονται τό τʼ ἐγὼ] χωρὶς τοῦ τέ ἐν ταῖς Ἀρι- στάρχου τὸ ἐγὼ καὶ Φοῖβος, κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων τὸ δʼ ἐγώ. καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος.

*τό τʼ ἐγώ] Ἀρίσταρχος τὸ ἐγώ.

453. *ἥρῳ] ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (8, 483) “ἥρῳ Δημοδόκῳ.”

[*](5. In marg. inter. οὕτως Ἀρίσταρχος. 6. πυρκαϊὰς (sic) κατὰ γενικήν)
266

465. * δύσετο] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἐδύετο.

466. βουφόνεον] βουφονεῖν ἐστὶν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.

468. Λήμνιοι τὰς ἐξ ἔθους τῇ Ἀφροδίτῃ θυσίας μὴ ἀποδιδόντες καθʼ αὑτῶν θάνατον ἐνομοθέτησαν· τὴν γὰρ θεὸν ὀργισθεῖσαν λέγεται τοῖς μὲν ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι καὶ καθέζεσθαι ἐφʼ ἡσυχίας. διέβαινον οὖν εἰς τὴν Θράκην περιέποντες καὶ σεβόμενοι τὰ ἐνταῦθα. ταῖς δὲ γυναιξὶ τῶν Λημνίων ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πάσας ἀνδροκτονεῖν. καὶ μὴ ἀποτυχεῖν. γενομένου δὲ τούτου τοῦ ἀτυχή- ματος περὶ τοὺς ἄνδρας, λέγεται τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξοκείλαντα τῇ κρατίστῃ πασῶν Τψιπύλῃ μιγῆναι, ἐξ ἦς φασὶ γενέσθαι τὸν Εὔνηον. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τοῖς τραγῳδουμένοις.

473. ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν.

474. ὅτι ῥινοῖς ταῖς βύρσαις, αὐταῖς δὲ βουσὶν ἀντὶ τοῦ ζώσαις. ἰστέον δὲ ὅτι ὁπόταν περὶ πλήθους θρεμμάτων διαλέγωνται οἱ ποιη- ταὶ, κατὰ τὸ θηλυκὸν προφέρονται.

475. * Ἀρίσταρχος διὰ τοῦ ὁ ἀνδραπόδοισι.

ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον· οὐδὲ γὰρ παρὰ τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται. λυπεῖ δὲ καὶ τὸ ἄλλοι πλεονάζον.

481. * Ἀρίσταρχος πιέμεναι πρὶν λείψω.

482. κοίμησον] ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι. τοῦτο δὲ πρὸς τὸ ἐν Ὀδυσσείᾳ (20, 4) “Εὐρυνόμη δʼ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι·” ἐπιφέρει γὰρ “κεῖτʼ ἐγρηγορόων.” Ζηνό- δοτος δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἦρκε στίχον.

ὕπνου δῶρον] αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται.

[*](1. ὅτι addidit Bekk. Arist. p. 33 addit ἠθετεῖτο καὶ παρὰ 9. σεβόμενοι] σημώμενοι (* συμ- Ζηνοδότῳ καὶ Ἀριστοφάνει, collato μιγνύμενοι ταῖς ἐνταῦθα καὶ δὴ τῆς Eustathio p. 692, 20. ἐπιβουλῆς ταύτης ἐπιυτυχεῖν) 24. πιέμεναι—λείψω] πινέμεναι— 11. * ἀνδροκτονεῖν] ἀνδροκτείνειν λεῖψαι Cobetus. 22. νοεῖται] κεῖται Friedl. 27. ἐγρηγορόων] ἐγρηγορῶν 23. In fine scholii Lehrsius 28. ἦρκε Bekkerus] εἴρηκεν)
267

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.