Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

347. *ἀντίον ηὔδα] γράφεται ἦρχ’ ἀγορεύειν.

353. ἀθετεῖται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ οὔ νύ τι κέρδιον ἡμῖν τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν· καὶ ὅτι τὸ ἵνα οὐχ ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν.

*Ἀρίσταρχος ἐκτελέεσθαι, ἵνʼ ἂν μή.

359. *εἰ δʼ ἐτεόν] οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, εἰ ἐτεόν. ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ γραπτέον τὴν ἀρχὴν μετὰ τοῦ δέ συνδέσμου, εἰ δʼ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε.

362. ἀπόφημι] ὡς ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον.

ἐν ἄλλῳ. καὶ ἐνταῦθα οὗτοι οἱ στίχοι κεῖνται “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἡδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.”

370. *κατὰ πτόλιν] γράφεται κατὰ στρατόν.

379. ἐν ἄλλῳ καὶ οὗτος ὁ στίχος “δόρπον ἔπειθʼ εἴλοντο κατὰ στρατὸν ἐν τελέεσσι.”

385. Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν] ἐν ἄλλῳ ἐϋκνήμιδες Ἀχαιοί.

[*](17. ἴν᾿] ἵνα marg. A. Similiter alibi versus 24—26. Manus recentissima ad- in textu codicis omissi in margine didit in marg. exter. A. supplentur: v. exempla ab Wachs- καὶ ἐνταῦθα] Hoc dicit quia hi muthio collecta in Museo Rhenano versus iam supra leguntur 348, vol. 18 p. 184. 30, 31. A m. recenissima in 28, 29. A m. recentissima in marg. A.)
264

390. τὸ ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθʼ ἑαυτὸν καὶ ἡρέμα, ὡς Δημό- κριτος ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα προστικτέον ὡς διὰ μέσου ἀναπεφωνημένου· τὸ γὰρ ἑξῆς, ἠγάγετο Τροίηνδε, πάντʼ ἐθέλει δόμεναι.

ὅτι σαφῶς ὑπὸ τῶν Τρώων ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα “ἀλλὰ μάλα Τρῶες ἐλεήμονες (II. 3, 56).

392. *ὅτι οὐ προγεγάμηται ἑτέρῳ καθʼ Ὅμηρον ἡ Ἑλένη.

393. *οὕτως μήν· βούλεται γὰρ λέγειν, Τρῶές γε μὴν ἕλωνται.

ἄλλως. περισπᾶται ὁ ἧ· ἰσοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐστι τὸ “ἦ μὴν καὶ πόνος ἐστίν” (Il. 2, 291).

398, 399. *ὅτι ἐντεῦθεν μετάκεινται εἰς τὴν ἀποπρεσβείαν (Il. 9, 694).

402. *ἐφῆπται] ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὐ ἅπτεται.

407. ὑποκρίνονται] ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλακται, ἀντὶ τοῦ ἀποκρίνονται.

408. βραχὺ διασταλτέον ἐπὶ τὸ νεκροῖσιν· καὶ γὰρ ἡμῖν οὕτως σύνηθες διαστέλλειν, περὶ δὲ τῶν νεκρῶν οὐ φθονῶ θάπτειν. καὶ ἄλλω συναπτόμενα σόλοικον ποιεῖ τὸν λόγον.

409. ὁ νοῦς, οὐ φειδόμεθα ὥστε ἐκμειλίσσειν ὑμᾶς τοὺς νεκρούς.

*Ἀρίσταρχος τεθνηώτων, ἄλλοι δὲ τεθνειώτων.

410. * πυρὸς μειλισσέμεν ὦκα] ὅτι διὰ πυρὸς ἐθάπτοντο πάν- τες.

415. *Ἴλιον ἱρήν] ὅτι θηλυκῶς τὴν Ἴλιον.

420. * ὤτρυνον νέκυας] ὅτι Ἀρίσταρχος νέκυς ἐκτεταμένως, καὶ ὀτρύνοντο, οὐκ ὄτρυνον.

422. ἀκαλαρρείταο] ἡσύχως καὶ πράως ῥέοντος· ἀκαλὸν γὰρ τὸ ἥσυχον λέγουσιν.

ὅτι αὐτὸς μὲν ἐξ Ὠκεανοῦ ἀνατέλλειν καὶ εἰς Ὠκεανόν φησι καταδύεσθαι τὸν ἥλιον· ὁπόταν δὲ πρόσωπον ἡρωϊκὸν εἰσάγῃ, ὑπὲρ γῆς καὶ ὑπὸ γῆν. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐν Ὀδυσείᾳ.

[*](4. ἀμφότερα—ἠγάγετο] ἀνυποκρί- 11. τῷ] om. τως στικτέον ὡς διὰ μέσου ἀναπε- 19. φθονῶ] φρονῶ φωνημένου· τὸ γὰρ ἐξῆς ὅσα ἠγάγετο 28. πράως] πρᾶος Friedl. 32. γῆς—γῆν Friedl.] γῆν—γῆς 8. μάλα] μᾶλλον)
265

425. * νίζοντες ἄπο] τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀναστρεπτέον.