Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

121. ἰόντες] Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἰόντε. ἐν δὲ τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν.

123. ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς Ἀθηνᾶς.

128. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανὸν εἰλήλουθας] οὕτως Ἀρίσταρχος, οἷον καταβέβηκας τὸν οὐρανόν. διὸ διὰ τοῦ ν γράφει, κατʼ οὐρανόν.

*συναπτέον ὅλον τὸν στίχον.

131. θεοῖσιν] σημειοῦνταί τινες ὅτι ὡς περὶ θεοῦ τοῦ Διονύσου διαλέγεται. ὁμώνυμος δὲ οὗτος ὁ Λυκοῦργος ἐκείνῳ “τὸν Λυκοῦργος ἔπεφνεν” (Il. 7, 142) καὶ ὁ Δρύας δὲ τῷ Λαπίθῃ (Il. 1, 263).

Διόνυσος ὁ Διὸς καὶ Σεμέλης παῖς ἐν Κυβέλοις τῆς Φρυγίας ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διαθεὶς τὰς τελετὰς, καὶ λαβὼν πᾶσαν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν, χορειῶν τε καὶ τιμῶν τυγχάνων προηγεῖτο πάντων ἀνθρώπων. παραγενό- μενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην Λυκοῦργος ὁ Δρύαντος λυπήσας Ἥρας μίσει, μύωπι ἀπελαύνει αὐτὸν τῆς γῆς καὶ καθάπτεται αὐτοῦ καὶ τῶν τιθηνῶν· ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θεηλάτῳ δὲ ἐλαυνόμενος μάστιγι τὸν θεὸν ἔσπευδε τιμωρήσασθαι ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος ὑπολαμβάνεται καὶ Εὐρυνόμης. ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην· ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τὸν ὀφθαλμόν. τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρώπειαν πεποιηκὼς Εὔμηλος.

132. μαινομένοιο] ἤτοι μανιοποιοῦ, βακχείας παρασκευαστικοῦ, ἢ βακχεντοῦ.

133. Νυσήϊον] τὴν λεγομένην Νῦσαν. ὅρος δὲ λέγει τῆς Θρᾴκης [*](6. Ἀριστάρχου] καὶ Ἀριστάρχου 26. *καθάπτεται —τιθηνῶν] κα- Duentzer. Ζenod. p, 68. θάπτει αὐτὸν τῶν τούτου τιθηνῶν 7. ὅτι om. et τῆς θεοῦ praebet 24. ἀμισθὶ] ἀμισθεῖ pro Ἀθηνᾶς. Recte margo in- 26. Εὐρώπειαν] εὐρωπίαν: v. Thes. terior. vol. 3 p. 2437. 8. οὐρανὸν] οὐρανοῦ 30. Νῦσαν] νύσαν hic et infra. 18. *χορειῶν τε καὶ] χορεύων καὶ)

232
ἐν ἄλλῳ ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Νάξῳ, ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ καὶ ἐν τῷ Καυκασίῳ ὄρει, ὅπου δὲ νῆσος, ὡς ἐν τῷ Νείλῳ ποταμῷ. οὐ δεδήλωκε δὲ ὁ ποιητὴς ἐν ποίᾳ Νύσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο.

134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ ἀμπέλους, οἱ δὲ τοὺς θύρσους, τουτέστι τὰς βακχικὰς δράκας, ἅ ἐστι Διονυσιακὰ μυστή- ρια· ἔνιοι δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν.

διασταλτέον μετὰ τὸ κατέχευαν· τὸ δὲ ἑξῆς συναπτέον, ὑπʼ ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι.

135. βουπλῆγι] προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα φιλεῖ ὀξύνεσθαι, ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, ἀδμής ἡμιθνής κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ ὡπλήξ.

*ὅτι Ζηνόδοτος γράφει χολωθείς, καὶ ὅτι περισσὸς ὁ δέ.

146. τοίη δέ] ὅτι δύο μέρη λόγον τὸ τοίη δέ, τοίη καὶ δέ διὸ οὐ περισπαστέον τὸ τοιήδε.

148. τηλεθόωσα] Ἀριστοφάνης γράφει τηλεθόωντα, καὶ ἐπὶ τῶν φὐλλων ἀκούει, καὶ τὸ ὥρῃ μετὰ τοῦ ι γράφει κατὰ δοτικήν.

149. ἠμὲν φύει, ἡδʼ ἀπολήγει] ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι· βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν.

150. ὑποστικτέον εἰς τὸ ἐθέλεις, ἵνα ᾖ τὸ δαήμεναι ἀντὶ προστακτικοῦ τοῦ δάηθι.

Ἀρίσταρχος περισπᾷ εἰδῇς, καὶ οὕτως ἐπεκράτησεν ἡ προσῳδία· ἦν γὰρ καὶ λόγον ἔχουσα.

152. ἔστι] τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται “ἔστι δέ τις προπάροιθε πόλιος” (Il. 2, 811) καὶ ὅταν ὑποτάσσηται τῇ οὔ ἀποφάσει “ὡς οὐκ ἔσθʼ ὅδε μῦθος” (Od. [*](1. ἐν ἄλλῳ] ἐν ἀλλʼ αὐτ΄ 19, 5. τὰ εἰς ῆξ σύνθετα παρὰ ῥῆμα 2. *Νάξῳ] μαζὼ ὀξύνεται. εἰ ἐπιθετικὰ εἴη, βουπλήξ *πόλις—ποταμῷ] νῆσος ὡς ἐν καυ- κυμοπλήξ (sic cod. Havn. pro κωμο- καστῳ ὄρει καὶ ἐν τῷ νείλῳ ποταμῷ πλήξ) μεθυπλήξ. τὸ ὕσπληξ καὶ ἀντί- 6. * οἱ δὲ ἀμπέλους] om. πηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. et 7. δράκας] δρᾶικας copiosius Choeroboscus p. 308, 309 12. συντιθέμενα] ἐπιθετικὰ addit ed. Gaisf. Lehrsius. Compendifecit epito- 14. ὡπλήξ] Sic A, non ὕσπληξ mator canonem Herodiani quem ut Bekkerus. Fortasse κυμοπλήξ. integriorem servarunt Arcadius p. Alia tentavit Lehrs. Herod. p. 236.)

233
23, 62). εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, οἷον “ὃ δὴ τετελεσμένον ἐστίν.”

ὅτι Ἐφύρην τὴν Κόρινθον ἐξ ἡρωϊκοῦ προσώπου εἶπεν. ἔστι δὲ καί τις Θεσπρωτίας Ἔφυρα πόλις. Ἄργος δὲ ἱππόβοτον τὴν Πελο- πόννησον καλεῖ, τὴν δὲ Θετταλίαν Ἀργος Πελασγικόν.

153. Σίσυφος] Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν ἀπὸ Φλι- οῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει τέχνῃ, καὶ διὰ τοῦτο ἐπεσπάσατο εἰς ὀργὴν καθʼ ἑαυτοῦ τὸν Δία. ἐπιπέμπει οὖν αὐτῷ τὸν θάνατον. ὁ δὲ Σίσυφος αἰσθόμενος τὴν ἔφοδον, δεσμοῖς καρτεροῖς ἀποδεσμεῖ τὸν θάνατον. διὰ τοῦτο οὖν συνέβαινεν οὐδένα τῶν ἀνθρώ- πων ἀποθνήσκειν, ἕως λύει τὸν θάνατον ὁ Ἄρης καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομισμένα μὴ πέμπειν εἰς Ἄιδου. καὶ μετὰ χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς ὁ Ἅιδης πυθόμενος μεθίησιν αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα * * κυλινδεῖν ἠνάγκασεν εἰς Ἅιδου λίθον πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. ἡ ἱστορία παρὰ Φερεκύδει.

ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρδιστον λέγει. οἱ δὲ νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο.

κέρδιστος] συνετώτατος, ἐντρεχέστατος· οὐ γὰρ ἂν τὸν πρόγονον αὑτοῦ πανουργότατον ἔλεγεν.

154. ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. καὶ ὅτι ἐν Ἰλιάδι συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται, ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ κατʼ ἀρχάς “Αἰθίοπες τοὶ διχθά” (Od. 1, 23).

155. * Ἰακῶς τὸ τίκτεν Ἀρίσταρχος.

Βελλεροφόντην] οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους· ἀνελὼν δὲ Bέλλερον τὸν Κορινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου. λαβὼν δὲ παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον [*](7. * Οἰνώνην] βιώνην πέμπειν. *αὐτῷ πέμπειν 11. *διὰ] om. 15. *μεθίησιν] μεθίστησιν 12. *ἔως —παραδίδωσιν] ἕως ἂν 17. I. Lacunam post ἀποθανόντα αὑτὸν Ἅιδης τῷ θανάτῳ παρέδωκε καὶ indicavit Mueller. ad Fragm. τὸν θάνατον τῶν δεσμῶν ἀπέλυσε Histor. vol. 1 p. 91. 14. *μὴ πέμπειν Bekkerus] αυτ 18. *πρὸς τὸ] πρὸς τῷ)

234
(διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ τῆς Γοργόνος τραχήλου), τούτῳ ἐπωχεῖτο. δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει εἰς Ἄργος· τυχὼν δὲ καθαρσίων παρὰ Προίτου τοῦ βασιλέως μετʼ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλε- ροφόντου ἐδέετο ὅπως αὐτῷ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν, ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξεύποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατείπασα ὡς ἄρα εἴη βεβιασμένη πρὸς αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετό- πησε τὴν κατʼ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβολήν· τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο· ἔδωκε δὲ αὐτῷ πρὸς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν τινα. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφʼ οἷς ἔπραξε, θελῆσαι ἐπὶ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτε- ρωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὥστε ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπʼ αὐτοῦ καλούμενον ἀλήϊον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. ἡ δὲ ἱστορία παῤ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις.

157. *Ἀρίσταρχος Ἰακῶς κακὰ μήσατο.

158. *τὸ πολὺ φέρτατος καὶ τὰ ἑξῆς ἐπὶ τοῦ Προίτου παραδεκτέον.

159. *γάρ μιν] γρ. γάρ οἱ.

160. Ἄντεια] ἡ διπλῆ, ὅτι Ὅμηρος Ἄντειαν, οἱ δὲ νεώτεροι Σθνέβοιαν, καὶ τι ἀκαίρως τὸ δῖα· μάχεται γὰρ ἡ μάχλος.

προπερισπαστέον τὸ δῖα, καὶ τὸ Ἄντεια προενεκτέον ὡς Κράτεια. [*](1. *ἐκπεπηδήκει] ἐκπεπηδήκοι Darmstad. in Actis Monac. vol. 2 p. 522 et ed. Romana. *τοῦ] om. 2. *ἐπωχεῖτο] ἐπὶ ἐλευσίνου θρε- 15. *Εασάνδραν] πασάνδραν. Ea- ψάσῃ Κορίνθῳ dem varietas in aliis scholiis ad v. 8. κατείπασα] *κατειποῦσα 192. 10. *εἰς Λυκίαν] om. 18. *τὸν δὲ] δὲ τὸν 11. *καθʼ ἑαυτοῦ] κατʼ αὐτοῦ 25. φέρτατος] In textu φέρτερος, 12. *πολλοῖς] πολὺς superscripto ατος 13. καταβολὴν] *διαβολὴν codex)

235
ἔνιοι δὲ ὑπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα, κατὰ κόσμον ποιητικὸν προσέρριπται, ὡς καὶ ἐπὶ τοῦ “δῖα Κλυταιμήστρη” (Od. 3, 266).