Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

446. * ἀρνύμενος] ἀντὶ τοῦ περικτώμενος.

448. ἔσσεται ἦμαρ] οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐπαρά- μυθον ποιεῖ. οὐχ ὁρίζει δὲ τὸν χρόνον τῆς ἁλώσεως· ὧν γὰρ δεινῶν χρόνος οὐχ ὁρίζεται, τούτων ἦττον ἐλύπησεν ἡ προσδοκία, ώσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἦττον ἀχθόμεθα.

*ὅτι θηλυκῶς τὴν Ἴλιον.

457. ὕδωρ φορέοις] ὅτι κατὰ τὸ προστυχὸν οὕτως εἰπόντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν.

*Μεσσηῒς καὶ Ὑπέρεια κρῆναι Ἄργους.

459. εἴπῃσιν] ὅτι τὸ εἴπῃσιν ἀντὶ τοῦ εἴποι ἄν. ἡ δὲ ἀναφορὰ πρὸς Φιλητᾶν γράφοντα “ θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ ὑπαλύξει” (Il. 21, 126). οὗτος γὰρ μὴ νοήσας ὅτι τὸ ὑπαΐξει ἐστὶ τὸ ἐφορμῆσαι ὑπὸ τὴν φρῖκα, τουτέστι τὸ τοῦ ὕδατος ἐπανάστημα, ὃς φάγοι ἂν Λυκάονος τοῦ δημοῦ, τὴν φρῖκα ἐδέξατο, τὴν ὑπὸ τοῦ ψύχους γινομένην φρίκην, καί φησι τοὺς πιμελώδεις τῶν ἰχθύων ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος λίπος φάγοι, ἐκ- κλίνει τὴν φρίκην.

464. χυτὴ] ἵτι οὐ πᾶσα γῆ οὕτως λέγεται παῤ αὐτῷ, ἀλλʼ ἡ τοῖς νεκροῖς ἐπιχεομένη.

465. πρίν γέ τι] Διονύσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ· οὕτως καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖ- σθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταῦτα τῇ Ἀνδρο- μάχῃ. ἔστιν οὖν τὸ τί καθʼ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελ- κόμενον, ὁμοίως τῷ “ἤ νύ τοι οὔ τι μέλει Τρώων πόνος” (Il. 22, 11) καὶ “ μή τι φόβονδʼ ἀγόρευε” (Il. 5, 252) καὶ “μή τί μευ ἠΰτε παιδός (Il. 7, 235), οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται συναλοιφὴν εἶναι.

[*](15. Μεσσηῒς] μεσηὶς 30. τῷ] τὸ ἐν Ἄργει οὖσα in marg. exter. 32. ὑγιῶς] ὑγειῶς 17. Φιλητᾶν] φιλητὰ)
247

469. διασταλτέον χαλκόν τ ε· μέρος γὰρ ἐστὶ περιόδου ἐπανει- λημμένον μετοχικόν. ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον νοήσας.

472. ἀπὸ κρατὸς κόρυθʼ εἵλετο] σημειοῦνταί τινες τοῦτον διὰ τὸ τὸν τραγικὸν Ἀστυδάμαντα παράγειν τὸν Ἕκτορα λέγοντα “δέξαι κυνῆν μοι πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖς.”

475. * Ἀρίσταρχος διὰ τοῦ δ, εἶπε δʼ ἐπευξάμενος.

478. *ὧδε βίην τʼ ἀγαθόν] ἄλλοι ὧδε βίην ἀγαθόν τε.

479. *πατρὸς δʼ ὅγε] Ἀρίσταρχος πατρός γʼ ὅδε.

479, 480. καὶ ποτέ τις εἴποι] τὸ ἑξῆς, καί ποτέ τις εἴποι ἐκ πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλʼ ἔστι συνήθης Ἀττι- κοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ (390) χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον πύργοισιν ἐχθρόν,” καὶ αὐτὸς Ὅμηρος ἀλλαχοῦ “ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους” (Il. 13, 352). ἤλλακται δὲ πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος.

480. ἔναρα βροτόεντα] τὰ ἀπὸ πολέμου λάφυρα· ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν. διὰ τοῦτο καὶ οἱ νεκροὶ ἔναροι.

βροτόεντα] ᾑμαγμένα· βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα. ἢ ᾑματωμένα.

483. κηώδεϊ] ἐν ᾦ τὰ βρέφη κοιμίζεται.

484. δακρυόεν γελάσασα] δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· οὐ γὰρ ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδοναὶ καὶ λῦπαι· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προσήγαγε τὸ βρέφος, εἰς δάκρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία.

489. φαίνεται καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ ἀποτελέσματα λέγει.

490—493. τέσσαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται, ὅτι νῦν μὲν ὀρθῶς κεῖνται καὶ πρὸ τῆς μνηστηροφονίας (Od. 21, 350), ἐν δὲ τῇ Α ῥαψῳδίᾳ τῆς Ὀδυσσείας (356—359) οὐκέτι.

491. ἠλακάτην] τὸ τῶν γυναικῶν ἐργαλεῖον ᾧ περιελίσσουσι τὸ [*](1. διασταλτέον εἰς τὸ ὄψιν ἀτυχ- 5. Astydamantis verba cor- θείς· μέρος γάρ ἐστι περιόδου ἐπανει- rupta. Prima sic correxit Porsonus λημμένον μετοχικὸν τὸ ταρβήσας χαλ- δέξαι κυνῆν μοι, πρόσπολʼ, ὦδε προσ- κόν. τὸ δὲ ἰδὲ λόφον ἱππιοχαίτην τοῖς μολών, unde κυνῆν scripsi pro κοινήν. ἑξῆς προσδοτέον· διὸ διασταλτέον καὶ Versus alter fortasse fuit μὴ καὶ ἐπὶ τὸ χαλκόν τε. στικτέον δὲ ἐτι τὸ φοβηθῇ παῖς—. νοήσας Friedl. Nic. p. 188. 26. περιέχειν τὰ Bekk.] περιέχοντα)

248
ἔριον. λέγει δέ ποτε οὕτως καὶ τὸ βέλος ἐν τῷ συνθέτῳ ὀνόματι χρυσηλάκατον· σημαίνει γὰρ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτ μιν.

492. ἐνθάδε πόλεμος, ἐπὶ δὲ Τηλεμάχου (Οd. 1, 358) μῦθος· ἐπὶ δὲ τῆς θέσεως τοῦ τόξου (Od. 21, 352) “ τόξον δ᾿ ἄνδρεσσι μελήσει.”

493. *πᾶσιν, ἐμοὶ δὲ μάλιστα] ἀντὶ τοῦ πλέω πάντων τῶν ἐν Ἰλίῳ.