Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

357. οἷσιν ἐπί] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνʼ ᾖ ἐφʼ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκεν· οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρα- κλέωνα· ἢ περισσὴν λαμβάνειν τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφή- σεται, διʼ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινὰ λόγον ἀναγκαστικόν.

360. *οὐ δέ] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με πείσεις.

362. *Τρώεσσʼ] τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνεται.

*τὸ ποθήν ὡς κριθήν.

366. *οἰκῆας] οἰκέτας.

367. *τʼ οἶδ᾿] τὸ τέλειον τε οἶδα.

ἔτι σφιν] οὕτως ἔτι σφιν. εἴς τόνος, καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ “ὅθι σφίσι πέφραδʼ Ἀχιλλεύς (Il. 23. 138) “ἦρχε δʼ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ” (Il. 14, 134). σεσημείωται οὖν αὕτη ἡ ἀνά- γνωσις μόνη, ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανὸς λέγει.

370. *εὖ ναιετάοντας] ὅτι ἀντὶ τοῦ εὖ ναιομένους.

371. οὐδʼ εὗῤ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον. ἅμα δὲ καὶ κρίνειν τὸν ἀκροατὴν ἀξιοῖ ὅσης ἐπλήρωσε μὲν λύπης εὑρὼν Ἑλένην, Ἀνδρομάχην δὲ οὔ. ἀπῄει δὲ κατηφὴς, τῶν φιλτάτων μὴ θεαθέντων· ἐν γὰρ τῷ τείχει παραδόξως συντνγχάνει αὐτοῖς.

373. *ἐκ παραλλήλου τὸ αὐτό.

*ἐφειστήκει] Ἀρίσταρχος χωρὶς τοῦ ῑ ἐφεστήκει.

394. *πολύδωρος] πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα.

396. τὸ Ἠετίων εἰ μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦτα, δύναται εἶναι ὁ λόγος καὶ τὸ ἑξῆς, μεγαλήτορος Ἠετίωνος, ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ.

[*](10. τὸ Lehrsius] ὁ 17. οὕτως] οὕτως ε 31. Ἠετίων Friedl.] ἠετίωνος)
244

Ἠετίων, ὃς ἔναιεν] ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον.

ὑπὸ Πλάκῳ] Γράνικος, οἱ δὲ Ἄτραμυς, Πελασγὸς τὸ γένος, ἀφίκετό ποτε ὑπὸ τὴν ἐν τῇ Λυκία Ἴδην, καὶ πόλιν κτίσας ἐκεῖσε ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀδραμύττιον. γεννήσας δὲ θυγατέρα Θήβην τῷ ὀνόματι, παρὰ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατʼ ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχω.

398. *ἔχεθʼ Ἕκτορι] ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος. ἡ γὰρ γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει.

400. κόλπῳ] ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· “κόλπον ἀνιεμένη” (Il. 22, 80).

*ἀταλάφρονα] ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι καὶ κακο- παθεῖν.

*αὔτως] οὕτως ὡς οἱ παῖδες.

402. *καλέεσκε Σκαμάνδριον] σημείωσαι τὸ μέτρον.