Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

322. βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ τόξου τὸ ἁφόωντα.

325. τὸν δʼ ‘Εκτωρ νείκεσσεν] ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν.

326. ὅτι ἄπορον ποῖον χόλον. λύοιτο δʼ ἂν ἐξ ὑποθέσεως. μήποτʼ οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο· ἀμείβεται γοῦν “οὔτοι ἐγὼ τόσσον χόλῳ οὐδὲ νεμέσσει” (335).

330. * εἴ τινά που] Ἀρίσταρχος ὅν τινά που.

331. *πυρὸς δηίοιο θέρηται] ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις, ὑπὸ πυρός.

335. Τρώων τόσσον χόλῳ] ὅτι σαφὲς γέγονε τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ “δαιμόνι, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ” (326).

336. ἥμην] προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ ὑπάρχειν ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰς μι. ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο.

[*](10. δυωκαιεικοσίπηχυ] δύο καὶ εἰκοσίπηχυ hic et infra.)
242

ἄχει προτραπέσθαι] διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. ἔνιοι δὲ εἶξαι.

*οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ σχολάσαι τῆς μάχης.

337. ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγήοχε τὴν παραμυθίαν, δεῖ δὲ κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχο- λούμενος.

343. *ἐν ἄλλῳ προσηύδα δῖα γυναικῶν.

348. ἀπόερσε] ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι φιλεῖ, ἄρσαντες —οὕτως γὰρ ἐλέ- γομεν περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136)—, Ἀρσινόη, “ἐν δὲ σταθμοὺς ἄρσε” (Od. 21, 45), ὄρσας, “ὄρσεο, κυλλοπόδιον” (Il. 21, 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον· πιθανῶς δὲ παρέδραμε τὴν τῶν αὐτῇ εἰργασμένων αἰσχύνην.

353. *καί μιν] γρ. κέν μιν.

*ἐπαυρήσεσθαι] τῆς ἰδίας ἀνοίας δηλονότι.

354. *ἀλλʼ ἄγε νῦν] οὕτω νῦν αἱ Ἀριστάρχου.

355. τὸ δᾶερ ὡς ἆνερ· τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί· τὴν δὲ σὲ ἀντωνυμίαν ὀξυτονοῦσι, τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί ἐστιν. ἔστι μὲν οὖν ἀληθὲς ὅτι ἀντιδιασταλτική ἐστι νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωσις ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύν- ταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεὶ, μὴ ἐπιφερομένου συνδέσμου “ἐπεί σʼ εἴασεν Ἀχιλλεύς ” (Il. 24, 684) “ἐπεί σε πρῶτα κιχάνω ” (Od. 13, 228) “ἐπεί σε φυγὼν ἱκέτευσα” (Od. 15, 277) “ἐπεί σε λέοντα ” (Il. 21, 483). οὕτως δὲ καὶ “ ἐπεί σε μάλιστα πόνος φρένας.” καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως. ἀνεγνωκότες, πιθανῶς πάνυ. διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσωπον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικὸν, εἴ γε ἡ ἐμέ αἰτιατικὴ, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλι- [*](3. συμφορᾷ] συμφᾷ A. tum a m. rec. in marg. 4. παραγήοχε] παραγείοχε 17. κλητικαὶ Bekkerus] ἐγκλητικαὶ, 12. ἔερσα] έερσα sine spiritu. ex quo Villoisonus fecerat ἐγκλι- De spiritu ἔερσα vel ἔερσα dissen- τικαί. Recte vero lin. 22 idem tiunt grammatici. ἐγκλιτικῶς scripsit pro ἐγκλητικῶς, τρισύλλαβον] τρισύλλʼ, quod τρι. quod frequens in hoc codice vitium σύλλαβον est, non τρισυλλάβως, quod est, de quo suffieiet in universum monisse. scripsit Vill. 14. κέν μιν] καί μιν, sed correc- 28. εἴ γε Bekkerus] εἰ γὰρ)

243
τική ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε “Ἕκτορ, ἐπεί με κατʼ αἶσαν” (Il. 3, 59) “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1, 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς “ ἐπεί σε μάλιστα.”