Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

856. ἔγχεῖ] εἴρηται περὶ τῶν τοιούτων δοτικῶν ὅτι ποτὲ κατὰ διά- στασιν, ὡς νῦν, καὶ ποτὲ κατὰ συναλοιφὴν, καὶ ὅτι τὸ μέτρον πολ- λάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ ἐμποδίζοντος ὡς τὸ “πλήθει πρόσθε βαλόντε” (Il. 23, 639).

857. μίτρη] ὅτι κατὰ τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστι διδασκαλικὸς ὁ τόπος. ὁ δὲ Ἀρίσταρχος μίτρῃ κατὰ δοτικήν. ἐν δέ τισι τῶν ὑπομνημάτων ὅθι στελλέσκετο μίτρῃ.

862. * βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ.

864. πρὸς τὴν πλοκὴν τοῦ ἑξῆς λόγου, οἷα φαίνεται ἀήρ ἐκ νεφέων δυσαέος ἀνέμου ὀρνυμένου ἐκ καύματος.

867. διασταλτέον ἐπὶ τὸ νεφέεσσιν· οὐ γὰρ σὺν τοῖς νέφεσιν εἰς οὐρανὸν ἀνῄει, ἀλλὰ κατʼ αὐτὰ γενόμενος ἑωρᾶτο, ἐξ οὗ τὸ τάχος παρίστησι καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος ὁ στίχος δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο.

874. *οὕτως Ἀρίσταρχος μετὰ τοῦ δέ, χάριν δʼ ἄνδρεσσι.

875. ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ διὰ σέ, καὶ ὅτι ἐμφαίνει ὡς ἐκ μόνου τοῦ Διὸς γενομένης τῆς Ἀθῆνας.

878. πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος.

881. αἱ Ἀριστάρχου ὑπερφίαλον, οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις.

883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν, ἀλλ᾿ ἐξ ἑτέρων ὡμολογημένων.

885, 887. ἤ—ἤ] διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ [*](1. ἐν ἄλλῳ—] Scholion manus 18 p. 185. recentioris. Hoc scholio adscriptis οὗτος ὁ στίχος] Versum dicit 846 numeris α΄ —ς΄ corrigitur turbatus ante versus 842—845 positum. in A ordo versuum hic 841, 846, 4. ἀντὶ τοῦ ἀνῄρει seclusit Friedl. 842—845, 847, de quo dixit Wachs- 9. ὅτι addidit Bekkerus. muthius in Museo Rhenano vol. 17. οἶα] οἶος Friedl.)

225
ἐπιφερόμενα ἐγκλιτικὰ, χωρὶς εἰ μὴ ὁ δεύτερος βεβαιωτικός· καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια.

887. τὸ ζως ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν, οὐχ γοῶς. μόνον γὰρ τὸ σῶς ἐστὶ περισπώμενον μονοσύλλαβον εἰς ως λῆγόν, ἀρσενικὸν, γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης περισπώμενον ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ ἰσοσύλ- λαβος εὑρέθη.

τὸ ἔα Ἰωνικόν ἐστιν, ἐκ τοῦ ἦν γεγονός· διὸ συσταλτέον τὸ ἄλφα, ὁμοίως τῷ “τοῖος ἔα ἐν πολέμῳ” (Od. 14, 222), ὃ καὶ διὰ τοῦ η λέγεται “τοῖς ἦα φιλοπτόλεμος.” τὸ δὲ μέτρον οὐ κωλύεται· ἀπήρ- τισε γὰρ εἰς μέρος λόγου, καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ “ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45).

τυπῇσιν] ὡς πληγῇσιν. δοκεῖ δὲ ὡς οὐ πρὸς τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι· εἰ δέ τι ὀξύνεται, ἔχει πρὸ τέλους ἢ ι ἢ ο. πῶς οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη;

891. αἰεὶ γάρ τοι] ὅτι ἐντεῦθεν μετενήνεκται ἐν τῇ πρώτῃ ῥαψῳδίᾳ (177) ἐπὶ τὸ ν πρὸς᾿ Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον.

892. ἡ διπλῆ, ὅτι σαφῶς Ἥρας ὁ Ἄρης, οὐκ Ἐνυοῦς, ὥς τινες.

893. *σπουδῇ] ὅτι μετὰ σπουδῆς καὶ κακοπαθείας.

898. ἐνέρτερος] ὅτι Ζηνόδοτος γράφει ἐνέρτατος. οὐ δεῖ δέ· ἡ γὰρ σύγκρισίς ἐστι πρὸς τοὺς Τιτᾶνας ἀνομοιογενεῖς καὶ ἐν ἑνὶ κατηγ- μένους τόπῳ· τούτων οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν.

Παιήονʼ] ἡ διπλῆ, ὅτι ἰατρὸν τῶν θεῶν ἕτερον παρὰ τὸν Ἀπόλλωνα παραδίδωσι τοῦτον.

901. *ἐν ἄλλῳ ὁ στίχος οὗτος οὐχ εὕρηται.

905. τὸν δʼ Ἥβη λοῦσεν] ἡ διπλῆ, ὅτι παρθενικὸν τὸ λούειν. οὐκ [*](3. ὑγιῶς] ὑγειῶς 16. ὡς οὐ πρὸς Lobeckius Pathol. 6. περισπώμενον addidit Lehrsius. Prol. p. 13.] qὡς πρὸς 8. γενόμενον δεῖ Lehrsius] ἄμει- 17. πη] καθαρὰ addit Lehrsius. νον δὲ 20. ἐν τῆ πρώτῃ —] Conf. quae ad 13. τοῖς ἧα φιλοπτόλεμος] Corrup- schol. 1, 177 diximus. tum ex οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγο- 23. κακοπαθείας Cobetus] κακο πτόλεμος (Od. 14, 213). 29. ἐν ἄλλῳ—εῦρηται] Scholion ἀπήρτισε Bekk.] ἀπήρτεσε manus recentioris.)

226
οἶδεν ἄρα ὑφʼ Ἡροκλέους αὐτὴν γεγαμημένην, ὡς ἐν τοῖς ἠθετημέ νοις ἐν Ὀδυσσείᾳ (11, 600).

906. ὅτι οὐ δεόντως ἐκ τοῦ περὶ Βριάρεω λόγου (Il. 1, 405) ἐνθάδε μετάκειται ὁ στίχοςʼ οὐ γὰρ καὶ κύδους ἄξιον πέπρακται αὐτῷ· καὶ ὅτι ἄτοπον ἐπὶ τῷ κύδει γαυριᾶν τὸν ὑπὸ θνητοῦ ἡττη- μένον.

909. *Ἄρην] οὕτως Ἡρωδιανός φησι μετὰ τοῦ ν Ἄρην.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ τῶν Νικάνορος περὶ στιγμῆς.