Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

1. *ἔνθʼ αὖ] τότε ὅτε καὶ πολλοὶ ἀπώλοντο.

Διομήδε] πῶς ἐν τῷ καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα [*](12. Delivi ἐν παραλλήλοις post ἀνάγνωσις. 26. καὶ] om.)

196
(Il. 2, 768) τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατί- θησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν μάχην ἦν ἄριστος, ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωταιʼ οἱ γὰρ νεανίσκοι καὶ θυμώδεις ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται· ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν.

2. μένος καὶ θάρσος] τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς· ἵνα οὖν δύνηται καὶ θαρρῇ, ἀμφότερα αὐτῷ ἔδωκεν· πολλοὶ γὰρ δύνανται μὲν, οὐ θαρροῦσι δέ. θάρσος δέ ἐστι κατὰ μὲν τοὺς Στωῖκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοι, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν ὅσον ἐφʼ ἑαυτῷ κατὰ δὲ τοὺς ἐξ Ἀκαδημείας καὶ τοὺς Ἐρετρικοὺς ἐπίτασις θαρραλέα, κατὰ δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὡς φησιν ὁ ποιητὴς “καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκεν” (Il. 17, 570). τί οὖν ἐστὶ θάρσος; τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναντίον. δεόντως οὖν φησὶ μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ θάρσος ἄνευ δυνάμεως. ἰστέον δὲ ὅτι ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον. Θαρσὼ δὲ παρά τισι τιμᾶται ἡ Ἀθηνᾶ. λέγεται δὲ θάρσος τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα.

4. δαῖέ οἱ] ἀντὶ τοῦ φαντασίαν πυρὸς ἀπὸ τῶν ὅπλων αὐτοῦ ἐποίει φαίνεσθαι, ὥστε πλέον εἶναι αὐτὸν ἐπίφοβον τοῖς Τρωσίν.

5. * ὅτι τὸν κύνα λέγει ἀστέρα. ὁ δὲ τέ περισσός.

ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου ταύτῃ, ᾗ ὁ μὲν ἀστήρ ἐστιν ἓν σῶμα φύσεως θειοτέρας ἐννοίας ποιούμενος, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα, ὅπερ μιᾷ φαντασίᾳ ὄφεως ὑπο- [*](1. *ἀνατίθησιν] ἀνατίθεται *ἐπίτασις θαρραλέα Eustathius] 8. *πολλοὶ] πολὺ. Correctum ex ἐπίστασθαι θαρραλαῖα aliis, qui partim ἐπεὶ πολλοὶ μὲν 14. Ἐπικουρείους] ἐπικουρίους δύνανται. 20. Θαρσὼ] Θρασώ metri causa 10. *αὐτῷ] αὐτ dixit Lycophro 936 τὴν Κυδώναν 11. περιπέσοι] περιπέσῃ. Cor- Θρασώ, ubi scholiasta legitima rexi ex Eustathio p. 511, 30, qui utitur forma Θαρσώ, ἐπώνυμα Ἀθη- plura ex hoc scholio excerpsit. νᾶς—Θαρσὼ διὰ τὴν ἀνδρείαν. 13. Ἀκαδημείας] *ἀκαδημίας)

197
πίπτει μετά τινος ἱστορίας τὴν ἀπόδοσιν ἔχον, οἷον ὁ διεζωκὼς δρά- κων τὰς δύο ἄρκτους καὶ τὰ λοιπά. ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ κύκλῳ, ὃς καὶ Βόρειος καὶ ἀειφανὴς προσαγορεύεται. ὁ δὲ ἀντικεί- μενος τούτῳ κύκλος ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότιος καλεῖται.

6. *παμφαίνῃσι] ὅτι ἀντὶ τοῦ παμφαίνῃ. πλεονάζει δὲ Ἴβυκος τῷ τοιούτῳ. ἐλλείπει δὲ ἡ ἐξ.

Ὠκεανοῖο] λείπει ἡ ἐξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων, παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, οὕτως καὶ ἐπὶ ἡλίου “πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 18, 240).

7. Ζωΐλος ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου, καὶ μέμφεται τῷ ποιητῇ ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὥμων τοῦ Διομήδους καιόμενον πῦρ· ἐκινδύνευσε γὰρ ἂν καταφλεχθῆναι ὁ ἥρως. ἔνιοι μὲν οὖν παραλελεῖφθαι τὸ ὡς κατὰ συνήθειαν τῷ ποιητῇ, ὡς καὶ ἐν ἑτέροις· “ὣς οἱ μὲν μάρναντο δέμας πυρός·” καὶ ἐνθάδε τὸ δαῖέ οἱ ἀκάματον πῦρ, ἵνʼ ᾖ ὡς πυρὸς φαντασία, οὐκ εἰδικῶς πῦρ.

9. ἦν δέ τις] τοῦτο τὸ εἶδος διήγησις λέγεται. τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθανότης, ἅπερ ἐνέθηκεν, τὸ ἔθνος, τὸ ὄνομα, τὴν τύχην, τὸν τρόπον, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετὴν παραστήσας.

Δάρης ὡς Χάρης· ὁμολογεῖ καὶ ἡ γενική· Δάρητος γὰρ ὡς Χάρητος. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικὴν, σαφοῦς πρηνοῦς πρυλοῦς φραδοῦς “φραδέος νόου ἔργα” (Il. 24, 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρʼ Αἰσχύλῳ καὶ τοῦ “Κουρῆτές τʼ ἐμάχοντο” (Il. 9, 529) καὶ τοῦ κριτής ἐν τοῖς περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω. καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς ᾱ· ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ.

[*](5. παμφαίνῃ] παμφαίνει 26. Αἰσχύλῳ] Fr. 344. 9. *οὕτως] om. 29. ἐοικὸς] εἰκὸς γὰρ ὡς ἱερεὺς ἔσχε 13. *καταφλεχθῆναι] καταφλεχθεὶς καὶ τὸ ὄνομα παρὰ τὸ δείρω—Etym. 14. *παραλελεῖφθαι] παρειλῆφθαι M. p. 248, 42, ubi similia leguntur: 16. *εἰδικῶς] ἰδικῶς v. Bast. ad Greg. Cor. p. 810. 20. * παραστήσας] om. αὐτὸ Bastius] αὐτῷ)
198

14. *ἐπʼ ἀλλήλοισιν] ἀντὶ τοῦ ἐπʼ ἀλλήλους.

17. ??οὐδ᾿ ἔβαλ᾿] ἀντὶ τοῦ οὐκ ἐπέτυχεν.

19. μεταμάζιον] οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μετάφρενον καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί ἐπιχθόνιος, παρὰ ποταμόν παραποτάμιος. γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεσιν ἕν τι παραγωγὸν, ὡς τὸ Νεαπολίτης καὶ ἄλλα μυρία.

20. Ἰδαῖος δʼ ἀπόρουσε] κατηγορεῖ καὶ τούτου τοῦ τόπου ὁ Ζωΐλος, ὅτι λίαν, φησὶ, γελοίως πεποίηκεν ὁ ποιητὴς τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἄρμα φεύγειν· ἠδύνατο γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις. ἀλλὰ ῥητέον ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τὸν ἀδελφὸν, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ἐτράπη. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν. τοιοῦτος εὑρίσκεται παρʼ αὐτῷ καὶ ὁ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς. καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου.

21. *περιβῆναι] πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν τὸ ὑπερμαχῆσαι, καὶ τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37) τοιοῦτόν ἐστιν.

22. οὐδὲ γὰρ οὐδέ] ἡ μία περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ βίη,” “οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός” (Il. 6, 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου.

27, 28. * πρὸς τὸ σχῆμα· ἔδει γὰρ τῶν υἱῶν Δάρητος τὸν μὲν ἀλευόμενον, τὸν δὲ κτάμενον.