Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

295. Χρομίον τε] ὅτι τρίτος οὗτος Χρομίος Πύλιος, πρὸς τὰ περὶ Πυλαιμένους. οὗτοι δὲ ταξιάρχαι ὑπῆρχον· βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ.

296. *διασταλτέον ἐπὶ τὸ ὄχεσφι· κοινὸν γὰρ τὸ στῆσε.

297. ἱππῆας μὲν πρῶτα] πρώτους εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρως ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὧν εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ λόγον ἕξει τὸ “ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ” (300)· ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ κατὰ βάθους, μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλεν.

299. * οὕτως Ἀρίσταρχος, ἔλασσεν· ἄλλοι δὲ ἔεργεν.

303. * ὅτι ἀπέστροφε τὸν λόγον διὰ τῶν ἑξῆς, σχηματίσας ὡς ἂν αὐτὸς ὁ Νέστωρ εἴποι.

306. ἵκηται] τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται. καὶ οἱ μέν φασι παραγγέλλειν αὐτὸν ἵνα, ὃς ἂν πολεμίου ἅρματος κρατήσας ἐπιβῇ, μάχηται καὶ μὴ ἐξελαύνειν σπουδάζῃ· οἱ δὲ οὕτως, ὅστις δʼ ἂν, φησὶν, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων, δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι πολεμείτω.

307. ἔγχει ὀρεξάσθω] ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν ἔγχει παταξάτω τις αὐτὸν, ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν. καὶ τὸ ἐπιλεγόμενον τοῦτο συνίστησιν, ἐπειὴ πολὺ φέρτερον οὕτω τὸ ἕνα τεθνάναι ἢ τὴν ὅλην τάξιν συγχυθῆναι.

πολὺ φέρτερον] κατὰ πολὺ κρεῖττον.

308. * πόλεας] Ἡρωδιανὸς διὰ τοῦ ε.

πόλεας] οὕτως Ἀρίσταρχος προπαροξύνει, καὶ ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον ἐκδέχεται, ᾧ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης, λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ διὰ τοῦ ῑ, διὰ μὲν τοῦ ῑ “ἐκ πόλιος δʼ ἄλοχον,” “πολλέων ἐκ πολίων,” διὰ δὲ τοῦ ε “πόλεως χρυσείην,” “ἑκατὸν πόλεων.” πιθανὸν οὖν ἐστὶν ἐκδέ- [*](2. περὶ addidit Cobetus: v. ad 16. κρατήσας— ἅρματος] Haec p. 133, 11. verba in marg. exteriore addita. 4. διασταλτέον] * βραχὺ δὲ δια- *μάχηται] μάχεται σταλτέον 22. αὐτὸν—αὐτὸν Friedl.] αὐτῶν 8. πολεμίζῃ] πολεμίζειν —αὐτῶν 12. ἀπέστροφε Friedl.] ἀπέστρεφε 30. ἄλοχον] ἀλόχους Od. 9, 4.)

185
ξασθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει.

310. ὡς ὁ γέρων ὤτρυνε] τοῦτο ὁ ποιητὴς λέγει καθʼ ἑαυτό· οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἶναι διάνοιαν οἰομένοις ἐν τοῖς τρισὶ στίχοις· ὧδε καὶ οἱ πρότεροι πόλεας—τόνδε νόον καὶ θυμόν—ὡς ὁ γέρων ὤτρυνεν, οἷον τοῦτον τὸν τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ. πρὸς δὲ τῷ γελοῖον εἶναι τὸ διανόημα, οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπὸ τῶν προσώπων ποιεῖσθαι.

315. ὁμοίιον] ἰστέον ὅτι ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίιον ἐπὶ τοῦ φαύλου λαμβάνει, οἷον ἐνταῦθα “ἀλλά σε γῆρας τείρει ὁμοίιον” καὶ “ἀλλ᾿ ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν” (Od. 3, 236) “ὁπότʼ ἂν τέλος ἔλθῃ ὁμοιίου πτολέμοιο” (Il. 9, 440).

*ὅτι οἱ γλωσσογράφοι ὁμοίιον τὸ κακόν.

319. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον ὄρος Ἀγκαῖον· Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὡς ἔνιοι Ἀφείδαντος ἀνεῖλε, καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν. οἱ δὲ Ἀρκάδες ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες τοῖς Πυλίοις συν- έβαλον, καὶ οὕτως ἐνίκησαν. θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· “ἐνθάδ᾿ Ἐρευθαλίωνι φίλοις τʼ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμά- σαντο.” ἱστορεῖ Ἀρίαιθος. κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου, καὶ ἐν ἐκτάσει τοῦ ᾱ Δωρικῇ οὔσῃ, ὡς ἔβαν ἐγώ. ἡ γὰρ χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι κοι- νῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει “οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν·” Αἰσχύλος δὲ Παλαμήδει “τίνος κατέκτας ἕνεκα [*](3. ἑαυτὸ] ἑαυτὸν Friedl. Nic. p. 23. βασιλῆς Vill.] βασιλῆες 12. 24. *οἵ ποτε] εἴ ποτε 13. ὁμοιίου] ὁμοίιον. 26. Δωρικῇ οὔσῃ Bekkerus] δω- 17. Ἀγκαῖον] Λύκαιον Bekkerus. ρικὴ οὖσα 19. *οἱ δὲ Ἀρκάδες] om. 31. Παλαμήδει] παλαμίδῃ * ἔτι] ἔτι δὲ)

186
παῖδʼ ἐμὸν βλάβης,” καὶ ἐν Σεμέλῃ ἢ ὑδροφόροις “Ζεὺς ὃς κατέκτα τοῦτον.” ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν “ἡμεῖς ἕρμα πόλιος ἀπέκταμεν” (Od. 23, 121) καὶ τρίτον πρόσωπον πληθυντικὸν πρώτου ἀορίστου παθητικοῦ κατὰ συγκοπήν “οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισι” (Od. 4, 537) καὶ μέσον δεύτερον ἀόριστον “Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος” (Il. 15, 437), ᾦ ἀκόλουθον ἀπαρέμφατον τὸ “κτάσθαι τε πολίτας” (ib. 558)· μετοχαί τε σημαίνουσαι τὸ κτῆμι, τε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ κτάμεναι. ὑγιῶς ἄρα Ἀρισταρχος ἔκταν γράφει, ὡς ἔκταν ἐγώ.

*οὕτως Ἡρωδιανὸς μετὰ τοῦ ν, κατέκταν.

320. ἀλλʼ οὔ πως ἅμα πάντα] ὁ ἀστερίσκος καὶ ὁ ὀβελὸς, ὅτι εἰ ἀμφότερα αἱρετὰ ἔκρινεν ὁ Νέστωρ, καὶ τὸ γῆρας καὶ τὴν νεότητα, εὐλόγως ἂν ἔλεγεν ἅμα πάντα. μετενήνεκται δὲ ἐξ ἄλλου τόπου, ὅπου φησὶν “ἀλλ᾿ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δʼ ἐν στήθεσσιν” (Il. 13, 729).

* ἱκάνει] Ἀρίσταρχος γῆρας ὀπάζει, ἐπείγει, ἐλαύνει. ἀπὸ δὲ τοῦ κατόπιν ἐσχημάτισται.

324, 325. ὁπλότεροι] ὅτι παραλλήλως νεώτεροι μὲν ἀντὶ τοῦ νέοι, ὁπλότεροι δὲ συγκριτικῶς ἀντὶ τοῦ ἐμοῦ νεώτεροι. οὐδέποτε γὰρ ἀντὶ τοῦ νέοι εἴρηκε τὸ ὁπλότεροι· τὸ δὲ νεώτεροι κατʼ ἀμφοτέρων τίθεται παρʼ αὐτῷ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως.

327. Πετεῶο] ἰστέον ὅτι τούτου τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεός τοῦ Πετεοῦ ὡς ἐνεός ἐνεοῦ, καὶ Ἀττικῶς κατʼ ἐπέκ- τασιν τοῦ ὁ εἰς τὸ ω γέγονε Πετεώς, εἶτα ἡ γενικὴ τοῦ Πετεῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο.

328. μήστωρες ἀϋτῆς] δυνάμενοι κατὰ μάχην μήσασθαι, ὅ ἐστι βουλεύσασθαι, ἀφ᾿ οὗ ἐπιστήμονες μάχης. οὐκ ἐπεξεργάζεται δὲ τὸ τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι.

329. * οὕτως Ἀρίσταρχος Ἰακῶς ἑστήκει.

331. ὅτι τὸ ἀκούετο ἀντὶ τοῦ ἤκουεν, καὶ ὅτι πτῶσις ἤλλακται· οὐ γάρ πω αὐτοῖς ἤκουεν ἀντὶ τοῦ αὐτῶν.

[*](9. ἐνεργητικὸν hoc loco Lehr- alibi saepe. sius: legebatur post μέσον δεύτερον 16. πολεμήϊα] πολέμων ἀόριστον. 25. ἐνεὸς ἐνεοῦ (*ἐννεὸς ἐννεοῦ)] ὑγιῶς] ὑγειῶς ut p. 189, 19, et νεὸς νεοῦ)
187

333. ?? Ἀρίσταρχος χωρὶς τοῦ θ Τρώων ἱπποδάμων. τὸ δὲ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπʼ Ἀχαιούς.

334. πύργος] τάξις· συνέστηκε δὲ ὁ πύργος ἐκ τ ἑξήκοντα ἀνδρῶν ὁ δὲ τρόπος μεταφορά.

335. ἡ διπλῆ πρὸς τὸ σχῆμα, διότι ἐλλείπει ἡ ἐπί καὶ πτῶσις ἐνήλλακται· ἔστι γὰρ ἀντὶ τοῦ ὡς ἐπὶ Τρῶας ὁρμήσειεν. καὶ ὅτι κατʼ Ἀρίσταρχον ἄμεινον ἔχει τὸ Ἀχαιῶν ἀκούειν ἐπʼ Ἀχαιούς· πιθανὸν γὰρ ἐπιμένειν τοὺς Ἕλληνας ἕως ἂν προεπιχειρήσωσιν αὐτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρασπον- δήσωσιν. διὸ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ φέρεται “ἕστασαν ὁππότε κέν τις ἐναντίον ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καἰ ἄρξειεν πολέμοιο.”