Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

71. κρείσσων] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς ἔχει τὸ ν.

74. ναίοιτε] ὅτι Ζηνόδοτος γράφει ναίοιμεν. γελοῖος δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν, ἀδηλότητος οὔσης εἰ νικήσει.

75. ἱππόβοτον] Ἴασος καὶ Πελασγὸς Τριόπα παῖδες· τελευτή- σαντος δὲ αὐτοῖς τοῦ πατρὸς διείλοντο τὴν βασιλείαν. λαχὼν δὲ Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον ποταμὸν ἔκτισε Λάρισαν, Ἴασος δὲ τὰ πρὸς Ἦλιν. τελευτησάντων δὲ αὐτῶν ὁ νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπεστράτευσε τῇ χώρᾳ, πολλὴν ἵππον ἐπαγόμενος, ὅθεν ἐκλήθη ἱππόβοτον μὲν τὸ Ἄργος ἀπὸ τῆς Ἀγήνορος ἵππου, ἀπὸ δὲ Ἰάσου Ἴασον. ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς.

Ἀχαιίδα καλλιγύναικα] τὴν πᾶσαν Ἑλλήνων γῆν Ἀχαιίδα φησὶ καλλιγύναικα· τῷ δὲ ἔρωτι Ἑλένης τὴν πᾶσαν τοιαύτην εἶναι μαντεύεται.

ἔβαλλον] ὅτι Ὅμηρος τὸ βάλλειν ἐπὶ τοῦ τιτρώσκειν τίθησι· νῦν δὲ ἔμφασιν ἔχει.

82. *ἴσχεσθ᾿] ἀντὶ τοῦ ἴσχετε ἐνεργητικοῦ.

ὅτι τὸ βάλλετε ἀντὶ τοῦ τιτρώσκετε.

83. ὅτι τὸ στεῦται ἀντὶ τοῦ κατὰ διάνοιαν ὁρίζεται.

90. βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ κέλεται ῥῆμα.

92. κρείσσων] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει.

97. νῦν] τὸ νυν περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ.

99. Ἀργείους καὶ Τρῶας] ὅτι Ζηνόδοτος γράφει Ἀργεῖοι καὶ Τρῶες, ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αὐτούς. ἔστι δὲ τὸ διακρινθῆναι διχῶς χωρισθῆναι. ὁ δὲ Ζηνόδοτος συνήθως ἡμῖν τέταχεν.

*πέπασθε] διὰ τοῦ ᾱ τὸ πέπασθε Ἀρίσταρχος.

[*](2. οἷα] *ὅταν 11. * Ἐρασῖνον] εράσι?? εἰσιν] Soloece pro ὦσιν. 12. *Ἦλιν] ἴλιον 6. Lemma ναίοιτε cum asterisco. 14. * μὲν τὸ Ἄργος] τὸ ἄργος μέν 8. νικήσει] οἰκήσει 16, *καλλιγύναικα utrobique om. 9, 11, 15. Ἴασος—Ἰάσου] ἰασὸς 17. τῷ δὲ—μαντεύεται] * τῷ γὰρ— —ἰασοῦ ὑπολαμβάνει)
143

100. ἔνεκ’ ἀρχῆς] ὅτι Ζηνόδοτος γράφει ἕνεκ’ ἄτης. ἔσται δὲ ἀπολογούμενος Μενέλαος ὅτι ἄτῃ περιέπεσεν ὁ Ἀλέξανδρος. διὰ μέντοι τοῦ ἕνεκ᾿ ἀρχῆς ἐνδείκνυται ὅτι προκατῆρξεν.

102. διακρινθεῖτε] οὕτως προπερισπᾶται· ἔστι γὰρ εὐκτικὸν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ “καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε” (Od. 22, 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ “ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί” (Il. 2. 126).

103. οἴσετε] πρὸς τὸ οἴσετε, ὅτι οὐ μέλλοντός ἐστι χρόνου, ἀλλʼ ἀντὶ τοῦ φέρετε, ἀπὸ τοῦ οἶσε, ὅ ἐστι φέρε.

*ἄρνʼ] ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεῖα· συλληπτικῶς γὰρ λέγει ἄρνε, εἶτα διαιρεῖ.

ἄρν᾿] τὰ οἰκεῖα ἑκάστῳ θεῷ ἱερουργούμενα εἰσάγει· τῷ μὲν γὰρ ἡλίῳ λαμπρῷ ὄντι καὶ ἄρρενί φησι καὶ λευκὸν ἱερουργηθῆναι ἄρνα, τῇ δὲ γῇ μέλαιναν καὶ θήλειαν, ἐπεὶ τοιαύτη ἡ θεός. τῷ δὲ Διὶ ἡμεῖς ἄλλον κομίσωμεν ὡς ξένοι, ἐπεὶ καὶ ξένιος Ζεὺς προσαγορεύεται.

γῇ τε καὶ ἠελίῳ] ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν.

105. *ἄξετε] ὅτι τὸ ἄξετε οὐ τὸν μέλλοντα σημαίνει, ἀλλʼ ἴσον τῷ ἄγετε.

108. αἰεὶ δʼ ὁπλοτέρων] ἀπὸ τούτου ἕως τοῦ λεύσσει (110) ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπολογία ἐστὶν αὕτη ὑπὲρ τῶν παρα- βάντων Πριαμιδῶν. εἰ γὰρ κατὰ κοινοῦ αἱ φρένες τῶν νέων κρέμαν- ται, οὐδὲν ξένον ἁμάρτημα πεποιήκασιν.

109. οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω] ὑποστι- κτέον ἤτοι μετέῃσιν ἢ ὀπίσσω· ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν λόγον· τά τε παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέ- ροις ἄριστα πραχθῇ· ἡ δὲ δευτέρα οὕτως, οἷς δʼ ἂν παρῇ πρεσβύτης εἴς τε τὸ παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε.

117. οὕτως συναπτέον. καρπαλίμως ἄρνας τε φέρειν· ἐν- ετείλατο γὰρ φέρειν ταχέως, ἐπεὶ παρελκόμενον ἔσται τό καρπα- λίμως.

[*](1. Lemma cum διπλή περιε- 17. Lemma γῆ τε καὶ ἠελίῳ cum στινμένῃ διπλῇ. 5. τῷ] τὸ 31. καρπαλίμως] ἐὰν τῷ ἔπεμπε 5. τῷ] τὸ 31. καρπαλίμως] ἐὰν τῷ ἔπεμπε· 9. Lemma οἴσετε δ᾿ ἄρνα cum συντάττωμεν αὐτό addit Friedl. διλῇ.)
144

122. *διὰ τὸ γαλόῳ.

*γάλως, ὡς Ἄθως· καὶ διαίρεσις γαλόω ὡς “ ἐξ Ἀθόω δ᾿ ἐπὶ πόντῳ (II. 14. 229).

βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰς ως θηλυκὰ, ὑπὲρ μίαν συλ- λαβὴν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλως Κέως ἕως· οὕτω γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφὼν ἐν τῷ α´ περὶ ἀρχαίας ἀναγνώ- σεως.

125. ἐν μεγάρῳ] ἐν θαλάμῳ· οὗτος γὰρ ἐνδιαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.

126. δίπλακα μαρμαρέην] καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους πορφυρέην εἶχον, οὐ μαρμαρέην. καὶ ἔστι πρεπω- δέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν “φάρε᾿ ὑφαίνουσιν ἁλιπόρφυρα” (Od. 13, 108).

ὅτι παραλέλειπται τὸ κύριον, ἡ χλαῖνα. λέγει δὲ δίπλακα χλαῖ- ναν, ἦν ἔστι διπλῆν ἀμφιέσασθαι.

128. οὕς ἑθεν] ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβανόμενον, ἐπεὶ εἰς ἀπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς ἕθεν φασὶν, ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώ- σκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως, ἀνε- γνώσθη “ἐπεὶ οὔ ἑθέν ἐστι χερείων” (Il. 1, 114) “οἱ ἑθεν ὀτρύνοντος” (Il. 15, 199)· ἐκεῖνο δὲ κατʼ ὀρθὴν τάσιν “ἀπὸ ἔθεν ὤσατο χειρί” (l. 6, 62). ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ “πρόσθεν ἔθεν φεύγοντα” (Il. 5. 80)· ἡ γὰρ διάνοια ἀπλῆν αἰτεῖ τὴν μετάληψιν.

*130. νύμφα] Ἰωνικὰ νύμφα τόλμα.

*θέσκελα] θεοείκελα, ὡς θεόφατα θέσφατα· μετὰ τὴν συγκοπὴν ὁ πλεονασμός.