Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

35. ὦχρος] οὕτως ὦχρος ὡς ὦμος, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροος ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος, καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς ος λή- γοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ῑ, βαρύνεται, ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ῑ διὰ τὸ ῲδός τραγῳδός.

παρειά] οὕτως ὀξυτόνως καὶ χωρὶς τοῦ σ γραπτέον, ἵνα ᾖ οὐδέ- τερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέ- τερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί πλευρά, πυραὶ πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειάς σὺν τῷ σ, ἐπειδὴ καὶ παρειάων ἁπαλάων λέγει (ll. 18, 123).

36. Τρώων ἀγερώχων] ἡ διπλῆ, ὅτι ἀγερώχους τοὺς Τρῶας, οὐ μόνον τοὺς Ῥοδίους, ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγείρειν τὴν ἀχὴν, τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραω- χοὺς καὶ σεμνοὺς λέγει.

39. Δύσπαρι] ἐπὶ κακῷ ὠνομασμένε Πάρι, κακὲ Πάρι. καὶ Ἀλκμάν φησιν “Δύσπαρις, Αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ.”

40. ἄγονός τʼ ἔμεναι] Διονύσιός φησιν ὁ σκυτοβραχίων Δάρδανον ἀπὸ Ἑλένης καὶ Πάριδος γενέσθαι.

41. *στικτέον ἐπὶ τὸ βουλοίμην, τὰ δὲ ἐξῆς συναπτέον ἕως τοῦ ἄλλων.

43. ἦ] περισπαστέον τὸν ἤ· βεβαιωτικὸς γάρ ἐστι, καὶ ἰσοδυναμεῖ τῷ δῇ.

44. φάντες ἀριστῆα] πότε ὑπέλαβον αὐτὸν ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα Ἀργείων προκαλίζετο πάντας ἀρίστους.

[*](7. *ὦμος] μῶμος 17, 19. παρειαί ter, ἁπαλάων bis 11. ὦμος bis scriptum in A, in A. alterum fortasse pro ὧρος vel ὦνος 29. τοῦ addidi. 12. τραγῳδός Cobetus] τρωιδάς)
140

πρόμον] ἡ διπλῆ, ὅτι κατὰ συγκοπὴν τὸν πρόμαχον εἴρηκεν, οὐχ ὡς οἱ γλωσσογράφοι τὸν βασιλέα.

45. εἶδος ἔνʼ] μετὰ τὸ εἶδος ἔπʼ ἐὰν ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ φάντες ὅτι καλὸς μέν ἐστι, δειλὸς δέ.

οὐκ ἔστι βίη φρεσίν] βίη δύναμις, φρεσί δὲ τῇ διανοίᾳ. τουτ- έστιν οὐκ εἶ ἔμψυχος, οὐδὲ τὴν τυχοῦσαν ἔχεις δύναμιν.

46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλὸς, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος, γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ ἄλλης ἀρχῆς, οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ τοῦ εἴ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.

ἐνταῦθα δὲ ἐγκλίνεται ὁ σύνδεσμος, ὁμοίως τῷ “ἢ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω” (Od. 16, 138)· καί μοι δοκεῖ ἰσοδυνα- μεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· εἰ ᾔδεις σάφα οἵη περίφρων Πενελόπεια.

47. ἐπιπλώσας] ὁ Ἀπολλώνιος σχηματίζει τὸ ἐπιπλώσας οὕτως· πλέω καὶ ἐπιπλώω, οὗ ἀόριστος ἐπέπλωσα, μετοχὴ ἐπιπλώσας, εἶτα ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ ῥῆμα “τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως” (Od. 3, 15) ὁμοίως ἐκ τοῦ ἐπέπλωσας ἀποκοπή. ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲν εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς βιούς καὶ γνούς. ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς, δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν.

48. ἀνῆγες] ἡ διπλῆ, ὅτι ἀναγωγὴν λέγει τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν· ἔστι γὰρ ὑψηλότερα τὰ πρὸς ἄρκτους.

49. ἐξ ἀπίης γαίης] ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον.

51. κατηφείην] οὕτως κατηφείην σὺν τῷ ὡμολόγουν αἱ Ἄρι- [*](4. καλὸς—δειλὸς Cobetus] κάλλ° 15. τῷ ἢ καὶ] τὸ ἤ κε 23. μηδὲν Cobetus] μηδὲ —ει A. 13. *ἤγαγες] om. 30. ἄρκτους Lehrsius] αὐτούς)

141
στάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀργολικὴ, καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν. ἡ δὲ Ζηνοδότου χωρὶς τοῦ κατηφείη.

54. ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν κίδαρις· τοῦτο δὲ πίλου γένος εἶναι λέγουσιν. πολλὰ δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητῇ.

56. δειδήμονες] ὅτι Ζηνόδοτος γράφει ἐλεήμονες. οὐκ ἐλεοῦσι δὲ αὐτὸν, ἀλλὰ μισοῦσιν· “οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο (453). διὰ δὲ τὸν Πρίαμον καὶ τὸν Ἕκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν.

57. ἔσσο διὰ τῶν δύο εἶχον αἱ Ἀριστάρχου· καὶ οὐ μόνον ἐν τοῖς ὑπομνήμασιν εἶχον οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο, ὅτι ἀνάλογον ἦν τῷ “ἕσσω μιν χλαῖνάν τε” (Od. 16, 79) καὶ ἕσσας (Od. 14, 396). καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχε καὶ ἡ Ἀριστοφά- νους.

ἐπὶ τὸ ἕνεκα βραχὺ διασταλτέον· ἀνέστραπται γὰρ ὁ λόγος. Σέλευκος δὲ ἀξιοῖ στίζειν, ἵνα γένηται θαυμαστικὸν, ὅσσα ἔοργας, καθʼ ἑαυτὸ λεγόμενον· ὅπερ οὐ πάνυ τι δοκεῖ μοι.

59. Εκτορ] οὐκ ἠθεῖε οὐδὲ κασίγνητε, ὡς πολλαχοῦ, ἀλλʼ Ἕκτορ· πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν.

Ἕκτορ] μετὰ τὴν κλητικὴν στικτέον, κατὰ δὲ τὸ τέλος τοῦ στίχου στικτέον ἐν ὑποκρίσει. ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου· τὸ γὰρ ἑξῆς, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρʼ ἐρατὰ πρόφερε· τὰ δὲ ἄλλα διὰ μέσου. ἐπὶ δὲ τῶν τοιούτων ὑπερβατῶν τὰς παραλλήλους δύο ὀξείας ὑποτίθεμεν ἑκατέρωθεν τῶν διὰ μέσου. ἔστι δὲ καὶ αὕτη ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς ὥς. ὁ δὲ λόγος, ἐπεί μοι ἐπέπληξας, σιδήρου τομώτερον εἶναί σέ φημι.

63. ὡς σοί] ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδια- στολήν.

64. μή μοι δῶρʼ] τὸ ἑξῆς ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρα. διὰ μέσου δὲ ἡ παραβολή.

65, 66. πρὸς τὸ ζητούμενον, πῶς, εἰ οὐκ ἔστιν ἀπόβλητα, ἑκὼν οὐκ ἄν τις ἕλοιτο;

[*](2. εἶχεν] εἶχον est infra lin. 12. 20. *εὐνοῖκὴν] om. et supra p. 72, 22. 22. γὰρ addidit Vill. 3. κατηφείη om. 32. Lemma οὔτοι 'πόβλητʼ prae- 13. τῷ Cobetus] τὸ fixa διπλῆ. ἕσσω] ἔσσο)
142

ἀπόβλητα] τὰ ὑπὸ τῶν θεῶν, φησὶ, διδόμενα δῶρα οὐκ ἔστιν ἀρνή- σασθαι οἷα ἄν εἰσιν· μὴ διδόμενα δὲ παρʼ αὐτῶν ἀδύνατόν τινα λαβεῖν οἰκείᾳ σπουδῇ.