Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

179, 180. ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι κατὰ τὴν Πατρόκλου ἀριστείαν (Il. 16, 699) τάξιν ἔχουσι νῦν δὲ οὔ· προείρηται γὰρ “πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτά- [*](10. ὅσοι βουλὰς βουλεύουσιν] Le- finiti :— gitur ὅσοι βουληφόροι εἰσὶν, βουλὰς 21. εἰς addidit Bekkerus. 28. ἀμφότεροι] Prior neque aste- βουλεύει σήματι] σήματος riscum appictum habet in A, neque 11. τῷ πεδίῳ Friedl.] τοῦ πεδίου legitur in Patroclia, sed posterior 18. Post ταὐτῷ signum acholii tantum 16, 699.)

381
λιζον ἀνὰ πτολέμοιο γεφύρας” (159). Ζηνόδοτος οὐκ ἔγραφεν· Ἀριστοφάνης δὲ ἠθέτει τὸν “ Ἀτρείδεω ὑπὸ χερσί.”

183. Ἴδης ἐν κορυφῇσιν] ὅτι διὰ τούτων συνίστησι τὸν Δία ἐπὶ τὴν Ἴδην πεπορευμένον ἐκ τοῦ Ὀλύμπου.

184. *στεροπὴν] Ἀρίσταρχος μετὰ τοῦ α ἀστεροπήν. ἀστεροπὴν λέγει οὐ τὴν ἀποτελουμένην ἀστραπὴν, ἀλλὰ τὸ ὁμώ- νυμον ὄργανον, ὅπερ τινασσόμενον τὴν ἀστραπὴν ἀποτελεῖ “βῆ ῥ” ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν” (Il. 13, 242).

186. ὅτι οὐ κατʼ ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως, οἷον καὶ “τότε μοι χάνοι εὐρεῖα χθών” (Il. 4, 182). ὁ λόγος δὲ αἱρεῖ στίζειν τελείᾳ ἐπὶ τὸ ταχεῖα· δύο γὰρ λόγοι αὐτοτελεῖς, πορεύθητι ταχέως Ἶρι, τοῦτον εἰπὲ τὸν λόγον Ἕκτορι. ἡ δὲ συνήθεια καὶ τὰ τοιαῦτα συνάπτει.

191. δουρὶ τυπείς] πρὸς τὴν διαφορὰν τοῦ τύψαι καὶ βαλεῖν.

192. ἅλεται] ὅτι ἀντὶ τοῦ ἅληται. ψιλοῦται, εἴτε ἐπὶ τοῦ ἐκ- κλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης, εἴτε ἐπὶ τοῦ συστρα- φῆναι, ὡς καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόρι- στος “τῇ ὕπο πᾶς ἐάλη” (Il. 13, 408) καὶ πληθυντικὸν τρίτον κατὰ συγκοπήν “οἱ δή τοι εἰς ἄστυ ἄλεν ” (Il. 22, 12), ἀπαρέμ- φατόν τε “ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι” (Il. 16, 714). καὶ ὥσπερ ἡ φανείς μετοχὴ, οὕτως καὶ ἡ ἀλείς· “οἴμησεν δὲ ἀλείς” (Il. 22, 308), καὶ οὐδέτερον “ᾗ χειμέριον ἀλὲν ὕδωρ” (Il. 23, 420). καὶ πληθυντικὸν ἀρσενικόν “ αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες” (Il. 21, 534), καὶ γενική “πόλις δʼ ἔμπλητο ἀλέντων” (Il. 21, 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συ- στολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως, ὁμοίως τῷ “ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων” (Il. 9, 409)· “ὄφρα καὶ ἄλλος πτωχός ἀλεύεται ἠπεροπευτής” (Od. 15, 400)· καὶ τὸ “ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ” (Il. 20, 173). τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ʼὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται.

[*](1. Ζηνόδοοτος— Ἀριστοφάνης] In Aristarcho ad 10, 134. 11, 66, ubi cod. Townl. Ἀριστοφάνης τοὺς δύο pariter ἀστεροπήν scribi poterat et ἀθετεῖ, Ζηνόδοτος δὲ οὔ (σὐ γράφει La scriptum in libris nonnullis est. Roche). 12. αἱρεῖ Bekkerus] ερεῖ (sine 5. ἀστεροπήν] Tacent scholia de spiritu))
382

196. βῆ δὲ κατʼ Ἰδαίων] ὅτι θηλυκῶς τὴν Ἴλιον. καὶ ὅτι νῦν γραπτέον “κατʼ Ἰδαίων ὀρέων.” ὅταν δὲ ἀπὸ τῆς Ἴδης ἐπὶ τὸν Ὄλυμπον “βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐπὶ μακρὸν Ὄλυμπον” (Il. 8, 410), ὡς ἀπʼ ἴσου ἐπʼ ἴσον.

201. σημειοῦνταί τινες ὅτι ἐν ἴσῳ τῷ σοί ἡ τεΐν ἀντωνυμία Δωρικὴ οὖσα κατὰ πλεονασμὸν τοῦ ε ἐξηνέχθη, ὅθεν φυλάσσεται ὁ αὐτὸς τόνος.

215. *ἔν τισι καὶ αὐτοί.

217. πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ ε ἄρχεται παρὰ τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “μήτε σὺ Πηλείδήθελ (Il. 1, 277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵνʼ ᾖ ἔθελε.

219. Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος, Ἀρίσταρχος ἀντίον διὰ τοῦ ν.

221. Ἰφιδάμας] ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν, ἐπεὶ καὶ Θρᾷξ ἦν καὶ ἦγε Θρᾷκας ἐπικούρους, ἔσται πρὸς τὸ δεύτερον πρότε- ρον ἀπηντηκώς. γεγέννηται μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς Θράκην ἐξεληλύθει, καὶ ἦν πατρὸς) Τρωός· γεννηθεῖσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι· οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης. ἡ διπλῆ δὲ, ὅτι ὡς ἐμπνευσθεὶς ἀντ- αποδέδωκε καθάπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος “τίς τʼ ἄρ σφωε θεῶν,ʼ εἶτα “Λητοῦς καὶ Διὸς υἱός”

222. μητέρι μήλων] Ζηνόδοτος μητέρι θηρῶν. τῇ δʼ ἐριβώλακι συνάδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ ἔνθηρον.

223. Κισσῆς, ὡς Ἑρμῆς· καὶ μήποτε παρὰ τὸ κισσός παρώ- νυμόν τι ἐγένετο Κισσέας, καὶ κατὰ συναλοιφὴν Κισσῆς.

226. ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφό- τεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν, ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδρά- στου, Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς Κισ- σέως.

227. γήμας δʼ] βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον, πρὸς τὸ [*](5.σημειοῦνταί τινες hie et ad v. τίον—ἀντίος διὰ τοῦ σ Duentzerus 300 et alibi de suo addidit libra- Zenod. p. 81 collatis scholiis ad 6, rius, ut monet Cobetus: ὅτι refer- 54 et 15, 694: sed obstant scholia tur ad διπλῆν quae excidit. ad 11, 553. 12, 44. 19, 70, ubi ἴσῳ τῷ Friedl.] ἴσῳ τοῦ ἀντίον Aristarcho tribuitur, quibus 12. ἀντίος—ἀντίον διὰ τοῦ ν] ἀν- Ζηνόδοτος restitui vult Duentzerus.)

383
σαφέστερον· καὶ ὅτι καθʼ ὑπερβολὴν ἐμφαίνει τὸ ὑπόγυιον τοῦ γά- μον καὶ τὴν περὶ τὸν πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναι- ρέσεως.

μετὰ κλέος ἵκετʼ Ἀχαιῶν] ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος “γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις ταρβεῖ προσιόντα.”

*ἡ γὰρ ἦττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο.

229. λίπε νῆας ἐίσας] ἐθαλασσοκράτουν γὰρ οἱ Ἕλληνες. διὸ τὰς ναῦς καταλιπὼν πεζὸς ἦλθεν εἰς Τροίαν. ἡ δὲ Περκώτη πόλις Ἑλλη- σπόντου.

230. *διχῶς, καὶ ἐών καὶ ἰών.

233. Ἀτρείδης μὲν ἅμαρτε] ἀπέτυχεν. μόνον νῦν ὁ πρότερος ἀφεὶς νικᾷ καὶ δεύτερον ἀφείς. ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται.

234. κατὰ ζώνην θώρηκος ἔνερθε] ὅτι οὐ λέγει διὰ τοῦ θώρακος ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην θώρακος, τὴν θωρακοζώνην λεγομένην· τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ “νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθεν” (252), οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. ὁ δὲ λόγος οὗτος, τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν.