Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

135. *ζωοὺς] Ἀριστοφάνης ζωώ.

137. ἀμείλικτον δʼ ὄπʼ ἄκουσον] ἀμείλικτον ἀπηνῆ καὶ σκληρὰν καὶ ἀπαράκλητον καὶ ἀφιλάνθρωπον καὶ ἀνηλεῆ καὶ ἀδυσώπητον.

140. ἀγγελίην] ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὸ ἄγγελμα, ὡς ἐν τῷ “ἀγγελίην εἴποιμι περί- φρονι Πηνελοπείῃ” (Od. 15, 313), καὶ τὸν ἄγγελον ἤτοι τὸν πρέσβιν, ὡς ἐνταῦθα “ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆ??.”

*ὅτι ἀντὶ τοῦ ἄγγελον.

141. ἔμεν] δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶς γέγονεν ἔμεναι, ὡς τὸ θεῖναι θέμεναι.

142. τοῦ πατρὸς] ὅτι Ζηνόδοτος γράφει οὗ πατρός. ἔστι δὲ ἑνικὸν τοῦ ἑαυτῆς ἢ τοῦ ἑαυτοῦ, ὅπερ οὐχ ἁρμόζει. ἐλλείπει δὲ ἡ πρόθεσις, καὶ ἔστιν ἀντὶ τοῦ περὶ τοῦ πατρός. τινὰς μέντοι φησὶν Ἀρίσταρχος σφοῦ πατρός, αὐτὸς δὲ τοῦ πατρός.

144. ὁ δʼ ὕπτιος] ὅτι ἀπὸ τῆς πληγῆς, οὐκ ἐπὶ τὴν πληγὴν πίπτει.

* Ἀρίσταρχος οὖδας ἔρεισεν.

146. Ἀρίσταρχος πλήξας.

[*](1. ἐπεὶ] ante πρὸς lectum trans- alii ἐναντίος. posuit Lehrsius. 21. πρέσβιν] *πρέσβυν 6. τῇ] I. e. κέχρηται τῆ: v. ad * Ὀδυσῆῖ] μενελάῳ 23. In marg. inter. μηδ’ ἐξειν S. ἐναντίον] Sic Aristarchus: (sic) καὶ σώσειν)
379

147. ὅλμον δʼ ὣς] ὅλμου δίκην εἴασεν αὐτὸν ῥίψας κυλίεσθαι· ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ ἐνταῦθα κέχρηται· καὶ ὅτι καὶ ἐν Ἰλιάδι εὐτελέσι κέχρηται λεξιδίοις, οὐ μόνον ἐν Ὀδυσσείᾳ, χοίνικος (Od. 19, 28) καὶ λύχνου (ib. 34). πρὸς τοὺς χωρίζοντας.

150. πεζοὶ μὲν] πολὺ βέλτιον ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγι- νώσκειν· καὶ γὰρ ἡ προάγουσα διάνοια πεπλήρωται, κοινοῦ νοουμένου τοῦ ἐνόρουσαν. καὶ ἄλλως ἀσυνδέτοις ἐπὶ τῶν μεταβάσεων ἥδεται.

152. τὸ ἐκ πεδίου δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις συντάττεσθαι· μᾶλλον δὲ τοῖς ἡγουμένοις διὰ τὸ τοῦ ἄρθρου ὑπερβατόν.

153. χαλκῷ δηῖόωντες] ἤτοι τοῖς ἐπισσώτροις κόπτοντες τὴν γῆν, ἢ ὅτι συντακτέον τοῦτο τῷ “πεζοὶ μὲν πεζοὺς ὄλεκον, ἱππῆες δʼ ἱππῆας·” οἱ γὰρ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον.

155. πρὸς τὴν ἄξυλον, ὅτι πολλὰς ἐκδοχὰς ἔσχηκεν. οἱ μὲν γὰρ τὴν θρυώδη ἀποδεδώκασιν, οἱ δὲ τὴν πολύξυλον. βέλτιον δὲ ἀφʼ ἦς οὐδεὶς ἐξυλίσατο, ὡς Ἡσίοδος “τῆλε γὰρ ἀξυλίῃ κατεπύθετο κήλεα νηῶν.”

156. θάμνοι] οἱ σύμφυτοι τόποι, παρὰ τὸ θαμὰ καταφυτεύεσθαι αὐτοὺς, ὅ ἐστι πυκνῶς. οἱ δὲ τὰ χαμαίζηλα καὶ πολύκλαδα φυτά.

157. Ἀρίσταρχος ὑγιῶς ἀναγινώσκει ἐπειγόμενοι, ὡς τυπτό- μενοιʼ κατὰ γὰρ τῶν θάμνων κεῖται.

160. κείνʼ] λέγει ὁ τεχνικὸς ἐν τῷ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλαβὴν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβὴν, καὶ ἐὰν ᾖ ἡ ἐκθλι. θεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ φύσει μακρὰ, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον. περισπᾷ γοῦν τὸ δεῖλʼ, ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδίᾳ ἐναντιοῦται τούτῳ.

162. κείατο γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν] τότε πολὺ προσφιλέστερον τοῖς γυψὶν ἢ ὅτε ἔζων ταῖς γυναιξίν.

163. Εκτορα δʼ ἐκ βελέων] ἡ ἔκ νῦν ἐπίπαν εἶναι ἀντὶ τοῦ ἐκτός κεῖται. οὕτως οὖν καὶ ἐν Ὀδυσσείᾳ κεῖται “θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ” (11,134).

[*](3. καὶ alterum addidit Fiedl. 28. δελʼ Heynius] δἤλον 14. οἱ γὰρ Vill.] οἱ γὰρ οἱ (*οὐ 31. εἶναι] Compendio expres- γὰρ οἱ) sum 21. ὑγιῶς] ὑγειῶς)
380

165. τὸ σφεδανόν ἑκατέροις δύναται προσδίδοσθαι. σημαίνει δὲ ἡ λέξις ἐπεικτικὸν καὶ ἐπεστραμμένον, οἷον σφενδονηδόν, ἀπὸ τῆς σφενδόνης. οὕτως Ἀρίσταρχος.

166. μέχρι τοῦ μέσσον κὰπ πεδίον συναπτέον, εἶτα βραχὺ διασταλτέον· ὁ γὰρ ἐρινεὸς οὐκ ἐν μέσῳ τῷ πεδίῳ, ἀλλʼ ἐγγὺς τῆς πόλεως· “λαὸν δὲ στῆσον παρʼ ἐρινεὸν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις” (Il. 6, 433) καὶ ἀλλαχοῦ “οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεόν” (Il. 22, 145). ταῦτα μὲν ὅτι πλησίον τοῦ τείχους ὁ ἐρινεός. ὅτι δὲ καὶ ἐν μέσῳ τῷ πεδίῳ ἐστὶ τὸ Ἴλου σῆμα, φανερὸν ἐξ ἐκείνου “Ἕκτωρ μὲν μετὰ τοῖσιν ὅσοι βουλὰς βουλεύουσιν θείου παρὰ σή- ματι λοῦ ” (Il. 10, 414). ἐπαυλίζονται δὲ ἐν μέσῳ τῷ πεδίῳ ἐπὶ τοῦ θρωσμοῦ, “οὐκ ἀίεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο” (ib. 160), ὅ τε Ἀλέξανδρος ἐν ταύτῃ τῇ ῥαψῳδίᾳ τοξεύει “στήλῃ κεκλιμένος Ἴλου Δαρδανίδαο” (371)· ἡ δὲ μάχη ἐν τῷ πεδίῳ. συναπτέον οὖν ἀναγινώσκοντας ἕως τοῦ μέσσον κὰπ πεδίον, εἶτα βραχὺ δια- στείλαντας τὰ ἑξῆς ῥητέον· καὶ οὕτως λυθήσεται τὸ ἐν τῷ τόπῳ ἄπορον καὶ Ἴλου σῆμα καὶ μέσον πεδίον καὶ ἐρινεὸς καὶ ἡ πόλις ἐν ταὐτῷ. παρέρχονται μὲν γὰρ τὸ μέσον πεδίον, ἐν τὸ Ἴλου σῆμα, σεύονται δὲ πρὸς τὸν ἐρινεὸν, ἵενται δὲ τῆς πόλεως. ὡς εἰ οὕτως ἔλεγεν, οἱ δὲ διὰ μέσου τοῦ πεδίου παρὰ τὸ Ἴλου μνημεῖον ἔφυγον πρὸς τὸν ἐρινεὸν, σπεύδοντες εἰς τὴν πόλιν.

ἡ διπλῆ πρὸς τὸ περὶ τοῦ ναυστάθμου διάγραμμα· τὸ γὰρ Ἴλου σῆμα κατὰ μέσον εἶναί φησιν ἐν τῷ πεδίῳ.

173. ἐφόβησε] ὅτι ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψεν.

ἐν νυκτὸς ἀμολγῷ] τῷ καιρῷ ἐν συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα. τινὲς δὲ τὸ μεσονύκτιον, ὅτι ἐν αὐτῷ οὐδεὶς μολίσκει οὐδὲ πρόεισιν.