Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

62. οὔλιος] ὅτι τινὲς γράφουσιν αὔλιος, ὅ ἐστιν ἑσπέριος, πρὸς ὃν αὐλίζεται τὰ ζῷα. καὶ Καλλίμαχος “αὔλιος ὃς δυθμὴν εἶσι μετʼ ἠελίου.” ἔστι δὲ ἀλύπιος καὶ εἰς ἀνάπαυσιν ἄγων τὰ ζῷα. γραπτέον οὖν οὔλιον, ἵνα τὸν τοῦ κυνὸς σημαίνῃ, τὸν φθοροποιὸν καὶ λαμπρότα- τον, ᾧ καὶ τὸν Ἀχιλλέα ὁμοιοῖ “παμφαίνονθʼ ὥστʼ ἀστέρα ὅς ῥά τʼ ὀπώρης εἶσιν” (Il. 22, 26).

65. πᾶς] σημειοῦνταί τινες ὅτι τοῦτο ἀντὶ τοῦ ὅλος.

68. ὄγμον ὡς ὄλβον· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα, βαρύνεσθαι θέλει, οἷον ὄκνος ὄμβρος ὄρρος ὅσσος ὄρθος ὄρρος. οὕτως καὶ ὄγμος. ἡ διπλῆ δὲ, ὅτι τὸ ἐλαύνωσι τύπτωσι· καὶ τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι.

69. ταρφέα ὡς ὀξέα· νῦν γὰρ ἐπιθετικὸν τὸ τοιοῦτον.

71. ὅτι φόβον τὴν φυγήν· ὃν δὲ ἡμεῖς φόβον, δέος λέγει.

72. ὅτι Ἄρίσταρχος ὑσμίνη γράφει χωρὶς τοῦ ι· φησὶ γὰρ, ἥ τε τῶν Ἑλλήνων ὑσμίνη καὶ βαρβάρων ἰσοκέφαλος ἦν· οἷον [*](8. ἕως τοῦ αἰθέρος στικτέον— 17. ἀλύπιος] Forma vitiosa pro αὐτό] Eadem in marg. inter, ἄλυπος omisso δέ. 19. παμφαίνονθʼ ὥστ’ ἀστέρα ὁ] στικτέον] διασταλτέον Fiedl. Nic. λάμφʼ ὥστ’ ἀστὴρ ὥ 24. ὅσσος] ὄσσος Eustathius. 14. καὶ ἐπὶ Cobetus] τὸ ἐπὶ ὄγκος Lehrsius Herod. p. 261. 16. αὔλιος ὃς Blomfieldus] αύλιος 25. ἐκ addidit Bekkerus. om. ἀστὴρ αὔλιος Apoll Rh. 4, 26. ἐλάσαι Bekkerus] ἐλάσσαι 1630.)

375
ἀμφοτέρων ἰσοκέφαλος ἦν ἡ μάχη τῶν τε Ἑλλήνων καὶ τῶν Τρώων.

*οὕτως Ἀρίσταρχος, ἡ ὑσμίνη τὰς κεφαλὰς ἴσας εἶχεν· ἰσοκέ- φαλος ἦν αὐτοῖς ἡ μάχη. ἄλλοι δὲ ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον.

75. πρὸς τὴν ἑξῆς ἀθέτησιν· οὐ γὰρ ἤσαν ἐπὶ τοῦ αὐτοῦ πάντες οἱ θεοί. τὸ δὲ πάρεσαν, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο.

ἕκηλοι] δασύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει, ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως.

76. *σφοῖσιν] γράφεται οἷσιν.

*ᾗχι] Ἀρίσταρχος χωρὶς τοῦ ι τὸ ἧχι.

78—83. ἀθετοῦνται στίχοι ἓξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες τὸν Δία αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσὶν, ἀλλʼ οἱ τῶν Ἑλλήνων βοηθοί. καὶ τὸ “ὁ δὲ νόσφι λιασθεὶς τῶν ἄλλων ἀπάνευθε καθέζετο” ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ “οἱ δʼ ἄλλοι οὗ σφιν πάρεσαν θεοί,” ἀπό τε τοῦ Ὀλύμπου οὐ παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλʼ ἀπὸ τῆς Ἵδης, ὅθεν διὰ τῶν ἑξῆς μεταβαίνει εἰς αὐτόν.

τούτους καὶ Ἀριστοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ὁγρά. φοντο.

81. τῶν ἄλλων ἀπάνευθε] βέλτιον τοῖς ἑπομένοις τὸ ἡμιστίχιον συντάττειν, ἵνα μὴ νόσφι καὶ ἀπάνευθε ἐν ταὐτῷ κέηται.

86. ἦμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὕπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχωροῦσι τῷ πάντα τὰ σώματα διαλύειν ἐκ τῶν ἔργων πεφυκότι.

ὅτι Ζηνόδοτος γράφει δόρπον. οὐ λέγει δὲ δεῖπνον τὴν ἑσπερινὴν τροφὴν νῦν, ἀλλὰ δεῖπνον καλεῖ ὃ ἡμεῖς ἄριστον, καθʼ ἣν ὥραν καὶ ὁ δρυτόμος ἀριστοποιεῖται, ἤγουν ὁ ὑλοτόμος, ὁ ξυλοτόμος· δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ ἀπὸ τοῦ ἀρχαιοτέρου πᾶν δένδρον.

88. ἅδος] δασυντέον· τὰ γὰρ α πρὸ τοῦ δ ὂν, καὶ μὴ ἔχον στερη- τικὴν ἔννοιαν ἢ κρᾶσίν τινα, δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, [*](18. ἀπὸ τῆς—μεταβαίνει Bek. 27. *ἐκ τῶν ἔργων πεφυκότι] om. kerus] διὰ τῆς—μεταλαμβάνει 34. οὕτως—ἀδευκἡς] οὕτως ἀδαής)

376
κατὰ κρᾶσιν, ἀδαής ἀδρανής ἀδευκής, μὴ οὕτως δὲ ἔχον ἁδρός ἁδινός Ἀδρίας. διὸ καὶ τὸ Ἄδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ.

91. ἂν δʼ Ἀγαμέμνων] γράφεται ἐν δʼ Ἀγαμέμνων.

92. * Βιήνορα] Ἀρίσταρχος Βιάνορα.

93. αὐτόν, ἔπειτα δʼ ἑταῖρον] τι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα. πρὸς τὸ “αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας” (Il. 9, 169).

94. κατεπάλμενος] ὅτι δύο προθέσεις παρείληφεν, κατά, ἀπό, τῆς. ἑτέρας ἀρκούσης. Ζηνόδοτος δὲ ἀντίον καὶ Ἀριστοφάνης.

96. *ὅτι εἶδος περικεφαλαίας ἡ στεφάνη.

97. ἐγκέφαλος δέ] ὅτι Ἀπολλώνιος ποιεῖ ἐγκέφαλόνδε, καὶ τὸν ἐξῆς ἀθετεῖ.

98. πεπάλακτο] διεβρέχετο, ὡς τὸ “παλάσσετο δʼ αἵματι θώρηξ” (Il. 5, 100) καὶ “λύθρῳ δὲ παλάσσετο χεῖρας” (Il. 20, 503). φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαι τοῦ αἵματος· σφιγγομένου γὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου, ἔξω εἴργεται προελθεῖν τὸ αἷμα, ἔσω δὲ συνάγεται, καθάπερ ἐπὶ τῶν πληγέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς. ἔξω φορᾶς εἰργόμενον.

100. ἐπεὶ περίδυσε χιτῶνας] ἐπειδὴ, φησὶ, τοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλατο, γυμνοὺς καὶ φαινομένους τοὺς νεκροὺς κατέλιπεν. ἡ διπλῆ δὲ, ὅτι ἔν τισι γράφεται ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα. ἔσονται δὲ αὐτοὶ οἱ νεκροὶ τοῖς στήθεσι παμφαίνοντες. οὐ λέγει δὲ τοῦτο, ἀλλὰ τοὺς ἐπὶ τοῖς στήθεσι παμφαίνοντας χιτῶνας.