Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

28. *στήριξεν] οὕτως Ἰακῶς τὸ στήριξεν.

30. ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις δὲ (Il. 2, 45. 3, 334) ἀργυ- ρόηλον. ἤτοι κατʼ ἐπιφορὰν, ἣ διὰ τὴν ἀριστείαν κοσμεῖ διαφορω- τέρᾳ πανοπλίᾳ.

32. ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀνα- λαμβάνει τὴν ἀσπίδα, ὡς ἂν διʼ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν. ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (Il. 3, 334) τὸν ὁπλισμὸν ἐνήλλαχεν.

33. χάλκεοι ἦσαν] ἐὰν σὺν τῷ ι γράφηται, ᾖσαν, περιεπορεύοντο· εἰ δὲ μὴ, ἀναστρεπτέον, ἵνα ᾖ περιῆσαν.

35. λευκοί] ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰσὶ δὲ οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασσιτέρου, κακῶςʼ ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ.

36. ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον φυλακτέον.

38. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν] ὅτι ἐκ τελαμώνων αἱ ἀσπίδες ἤρτηντο.

*ἐπʼ αὐτοῦ] οὕτως Ἀρίσταρχος. γράφεται δὲ καὶ ἐπʼ αὐτῷ.

40. οὕτως αἱ Ἀριστάρχου σὺν τῷ ρ, ἀμφιστρεφέες· καὶ τὰ ὑπομνήματα δὲ συμφωνεῖ, λέγοντα ἓν μὲν εἶναι σῶμα τοῦ δράκοντος, κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις. ἠπάτηνται δὲ οἱ χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωται” (36).

[*](3. In marg. inter. ζηνόδοτος productam inepte cum Κρονίωνος ἐρίδεσσιν. Triplex in libris scrip- comparat Eustathius p. 828, 18, tura fuit, prima ἴρεσσιν, servata in memorata tamen aliorum librorum codice Townl., quam sequuntur scriptura ἴρισσιν. Hesychius et Apollonius in Lexico 22. Idem scholion sine lemmate Hom. p. 92,29, secunda ἴρισσινν, quae in marg. inter. est in Veneto A aliisque, tertia 26. λέγοντα Cobetus] λέγων ἴρισιν, in qua syllabam penultimam)
373

41. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον] ὅτι μετὰ τὴν ἀσπίδα τὴν περι- κεφαλαίαν ἀνελάμβανον.

43. εἵλετο δʼ ἄλκιμα δοῦρε] ὅτι καὶ ἐπὶ τῆς Ἀλεξάνδρου μονο- μαχίας (Il. 3, 338) τὸ ὅμοιον.

44. οὐρανὸν εἴσω] ὅτι ἀντὶ τοῦ εἰς οὐρανόν. καὶ ὅτι ὅταν ἐπʼ Ἀχιλλέως λέγῃ “ ὡς τοῦ χαλκὸς ἔλαμπε” (Il. 22, 32), νοητέον ἀπὸ τοῦ δόρατος τὴν λαμπηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν.

45. ἐπὶ δʼ ἐγδούπησαν] ὅτι διὰ τὸ μέτρον παράκειται τὸ γ· τὸν δὲ δοῦπον οὐκ ἂν εἴποι γδοῦπον.

46. ὅτι νῦν ἑνικῶς τὴν Μυκήνην, καὶ ἵτι ἐν Μυκήναις τὰ Ἀγα- μέμνονος βασίλεια, οὐκ ἐν Ἀργει, ὡς οἱ νεώτεροι.

49. ὅτι φανερῶς πρυλέες οἱ πεζοί· ἀντιδιέσταλκε γὰρ τοὺς ἱππεῖς.

51. φθὰν] ὁ Ἀρίσταρχος βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶς· κοιμί- ζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ συνεπείᾳ· “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε (Il. 13, 1). ἔστι δὲ ὁ νοῦς τοιοῦτος, ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιαταγέντες ἐπὶ τῆς τάφρον.

τὸ ἐπὶ τάφρῳ καὶ τοῖς ἑξῆς καὶ τοῖς ἄνω δύναται συνάπτεσθαι· βέλτιον δὲ τοῖς ἑξῆς, ἵνα ἐπὶ μὲν τῆς τάφρου ἡ διακόσμησις ᾖ γεγοννῖα, οἱ δὲ πεζοὶ προεληλυθότες τῶν ἱππέων εἰς τὸ πεδίον· ἀποβάντες γὰρ τῶν ἁρμάτων προέρχονται [εἰς τὸ πεδίον]· φησὶ γοῦν (47) “ἡνιόχῳ μὲν ἔπειτα ἑῷ.ʼ τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει ὀλίγο, τοιοῦτόν ἐστι. τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφʼ ἀρμάτων· ἢ τῷ χρόνῳ πολὺ προέλαβον οἱ πεζοὶ, ρἱ δὲ ἱππεῖς τῷ καταταχῦναι ὀλίγον ὄπισθεν ἤσαν.

φθὰν δέ] πρὸς τὸ δοκοῦν μάχεσθαι· εἰ γὰρ μεγάλως ἔφθασαν, πῶς οἱ ἱππεῖς ὀλίγον μετεκίαθον αὐτῶν; λέγει δὲ “φθὰν δὲ μέγα” χρο- νικῶς, ἀντὶ τοῦ πολλῷ χρόνῳ προέλαβον, ὀλίγον δὲ μετεκίαθον τοπι- κῶς, οἷον ὀλίγῳ τόπῳ διεστῶτες μετʼ αὐτοὺς ἔκιον.

[*](10. καὶ] om. est eadem mann qua scholia inter- 21. εἰς τὸ πεδίον delet Friedl. marginalia.. 25. ἐφʼ ἀρμάτων — καταταχῦναι 29. μετεκίαθον Vill.] μ, τ εκιον, Bekkerus] ἐφαμαρτῶν—καταχῦναι quod μετόπισθεν ἔκιον esse potest. 28—31. Hoe scholion supra αὐτῶν delet Friedlaenderus. primam lineam textus scriptum)
374

52. *ὀλίγον] ὅτι τῷ τόπῳ καὶ τῇ τάξει, οὐ τῷ χρόνῳ.

53, 54. ἐζήτηται πῶς ἐνεδέχετο αἷμα ἔχειν τὰς νεφέλας. καὶ λέγουσιν οἱ λύοντες τὸ ἀμφίβολον ὅτι ὡς ἐπὶ μεγίστῳ πολέμῳ πολλῶν ἀναιρουμένων τό αἷμα τούτων ἐπλήρου τοὺς πλησίον ποτα- μοὺς, ἀφ’ ἄν αἱ νεφέλαι λαμβάνουσαι τὸ ὕδωρ αἱματώδεις δρόσους ἔπεμπον.

54. ὅτι δοκεῖ σημεῖον εἶναι, ὅταν ἐπιψακάσῃ, οὐχ ὅταν ὕσῃ, καὶ ὅτι τὸ ἔμελλε πάλιν ἀντὶ τοῦ ἐῴκει. ἕως τοῦ αἰθέρος δὲ στικτέον, καὶ τοῖς ἄνω συναπτέον αὐτό.

55. *οὕτως Ἀρίσταρχος κεφαλάς ἐνθάδε.

ὅτι ἐνταῦθα μὲν γράφειν κεφαλάς οὐδὲν κωλύει, περιφραστικῶς ἀπὸ μέρους τῶν ὅλῶν σημαινομένων, κατὰ δὲ τὸ τῆς Ἰλιάδος προοί- μιον (1, 3) οὐκ ἐνδέχεται, ἐπιφερομένου τοῦ “αὐτοὺς δὲ ἑλώρια.”

56. *Τρῶες δʼ] ὅτι κοινὸν καὶ ἐπὶ τούτων τὸ ἐθωρήσσοντο.