Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

674. ῥύσιʼ ἐλαυνόμενος] ἀντενεχυραζόμενος· καὶ τὸ πλῆρες ῥύσια. Αὐγέας γὰρ πρότερος Νηλέως κατέσχεν τέσσαρας ἀθλοφόρους ἵππους αὐτοῖσιν ὄχεσφιν. τουτέστι θρέμματα ἐλαύνων. τὸ δὲ ἑξῆς ἐστὶν, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα, ῥύσιʼ ἐλαυνόμενος· τὰ δὲ ἄλλα διὰ μέσου.

Μηλεὺς ὁ Ποσειδῶνος, ἱππικώτατος τῶν καθʼ αὑτὸν γενόμενος, ἔπεμψεν εἰς Hλιν ἵππους εἰς τὸν ὑπʼ Αὐγέου κεῖσε συντελούμενον ἀγῶνα. νικησάντων δὲ τούτων φθονήσας Αὐγέας ἀπέσπασε τούτους, καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς ἡσυχίαν ἦγε. Νέστωρ δὲ ὁ τῶν παίδων αὐτοῦ νεώτατος στρατιὰν ἀθροίσας ἐπῆλθεν λιδι, καὶ πολλοὺς ἀποκτείνας ἀπέλαβε τοὺς ἵππους, καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυρε λείαν. ἡ ἱστορία παρὰ Φερεκύδει.

677. ληίδα δʼ ἐκ πεδίου] Ἀρίσταρχος ὡς λαλκίδα, Μενεκράτης [*](4. τῇ] τῆ νῦν Lehrsius. ἑνικῶς βοηλασίῃ. 20. In marg. inter. Ἄρίσταρχος 31. στρατιὰν] στρατείαν)

404
ὡς Ἥλιδα. ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας, ὡς πάντα τὰ εἰς τς λήγοντα καθαρὸν, μόνως θηλυκὰ, ὀξύνεσθαι θέλει, οἷον Κιρφηίς ὁρισηίς Θαΐς Λαΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόῖς καὶ Σάις Αἰγύπτια ὄντα καὶ παρὰ Ἡροδότῳ λεχθέντα παράθηται. περὶ μέντοι τοῦ δαΐς ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται ἡμῖν ἀλλαχόθι. τὸ δὲ ζῖῖς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν “βωστρεῖν δὲ Κράταιιν” (Od. 12, 124)· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν.

ἤλιθα πολλήν] λίαν ἠθροισμένην· ἐξ οὗ καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.

αἰτήματι στίζομεν κατὰ τὸ τέλος τοῦ στίχου· πρεπωδέστερον γὰρ οὕτως κεχωρίσθαι τὰ ἑξῆς.

678. πώεα] παρὰ τὸ πόᾳ χρῆσθαι, ἥτις ἐστὶν αὐτοποίητος.

683. ὅτι διαφωνοῦσιν οἱ νεώτεροι, τὸν Νηλέα λέγοντες ἀνῃρῆσθαι ὑφʼ Ἡρακλέους, ὅτε τὴν Πύλον ἐπόρθησεν. φαίνεται γὰρ καθʼ Ὅμηρον περιὼν καὶ μετὰ τὸ πορθηθῆναι. ὁ γὰρ πρὸς Ἠλείους πόλεμος τῶν Πυλίων μεταγενέστερος τοῦ πρὸς Προκλέα.

684. * διασταλτέον ἐπὶ τὸ πολλά πρὸς τὸ σαφέστερον.

685. ἅμʼ ἠοῖ φαινομένηφι] τοῦτο τὸ ἡμιστίχιον καὶ τοῖς ἐπάνω δύναται προσδίδοσθαι καὶ τοῖς ἑξῆς· ἤτοι γὰρ ἡμέρας γενομένης ἐκή- ρυσσον ὅπως ἐκεῖνοι συναχθῶσιν, ἢ ἄλλοτε ἐκήρυσσον ἵνα ἐκεῖνοι ὑπὸ τὸν ὄρθρον ἔλθωσι. καὶ ἀμφότερα λόγον ἔχει.

686. *οὕτως Ἀρίσταρχος, χρέως.

ὅτι τὰ περιελασθέντα ἐκ τῆς Πύλου ὑπὸ τῶν Ἐπειῶν θρέμματα χρέως καλεῖ. Ἀριστοφάνης δὲ χρεῖος καὶ ὠφείλετο.

δίῃ] θαυμαστῇ. ἱερᾷ· ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀλύμπιος Ζεὺς, οὗ καὶ πανήγυρις παρὰ τριετῆ χρόνον ἤγετο τὰ Ὀλύμπια, ἔνθα καὶ [*](3. Κιρφηῖς Lobeckius Paral. p. textu legitur χρέως ὀφείλετʼ, sed 197] κριφηΐς .Aristarchus legerant χρεῖος ὀφείλετʼ, 4. Ἡροδότῳ ex scholio ad 14, ut χρεῖος ὄφειλον 11, 688 legitur. 387] δηνοδότῳ V. La Roche Textkr. p. 424. 7. Κραταιισ—Κράταιιν] κράτεῖς— 26. χρεῖος καὶ ὠφείλετο] Inepte. χρεῖος ὀφείλετʼ (vel ὀφέλλει’) Co- κράrεῖν 10. *ἐξ οὖ καὶ] καὶ ὁ betus. ὠφείλετο si scripsisset Ari- 11. ἀλίσαι] ἁλῆσι stophanes, χρέως scribere debuisset 24. οὐῦτως χρέως (χρέως A)] In cum synisesi pronuntiandum.)

405
ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. ἔστι δὲ πόλις τῆς Πελοποννήσου.

688. Ἐπειοὶ οἱ λεῖοι ἀπὸ Ἐπειοῦ βασιλέως, οὕτως· Ποσει- δῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεἵος ὁ κτίσας Ἤλιδα, Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς, ἀφʼ οὗ Ἐπειοὶ, ὥς φησιν Ἀριστο- τέλης ἐν τᾥ πέπλῳ.

*ὅτι Ἐπειοὺς τοὺς Ἠλείους καλεῖ.

*ὄφειλον] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ὄφελλον.

ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἢ συναπτέον τῷ ἑξῆς. ὃ καὶ βέλτιον· τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅτι ἐστὶ κείμενον. καὶ ἐὰν χωρίσωμεν δὲ, καὶ ἀκούωμεν οὕτως, ἔσται θαυμαστικὸς ὁ λόγος περὶ τῆς καταφρονήσεως ῆν ἐποιήσαντο οἱ Ἠλεῖοι περὶ τῶν Πυλίων.

689. *ὡς] ὅτι ἀντὶ τοῦ ὅτε ἢ ὅτι ἢ ἡνίκα.

*βραχὺ διασταλτέον ἐπὶ τὸ παῦροι πρὸς ἔμφασιν.

*ἐν Πύλῳ ἤμεν] οὐκ ἐν πόλει ἦμεν, ὡς ἔνιοι.

690. ἐκάκωσε βίη Πρακληείη] ρακλῆς παρεγένετο εἰς Πύλον χρήζων καθαρσίων, οἱ δὲ Πύλιοι ἀποκλείσαντες τὰς πύλας οὐκ εἰσεδέξαντο αὐτόν· ἐφʼ ᾧ ὀργισθεὶς ὁ ἥρως ἐπόρθησε Πύλον. συνε- μάχουν δὲ τῷ μὲν Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν Ἥρα Ἀῖδωνεὺς, ὡς καὶ ἐν τῇ Ε φησί (395), τῷ δὲ Ἡρακλεῖ δύο, Αθηνᾶ καὶ Σεύς.

692. δώδεκα γὰρ Νηλῆος] πρὸς τοὺς χωρίζοντας, ὅτι ἐν μὲν Ἰλιάδι δώδεκα Νηλἥος παῖδας λέγει, ἐν δὲ τῇ Ὀδυσσείᾳ (11, 295) τρεῖς γεγονέναι, ὡς γενεαλογεῖ· “καὶ Χλῶριν εἶδον περικαλλέα” καὶ ἐν τοῖς ἑξῆς “Νέστορά τε ρομίον τε Περικλύμενόν τʼ ἀγέρωχον.” ἐνδέχεται δὲ προγεγονότων αὐτῷ ἐξ ἑτέρας γυναικὸς παίδων ὕστερον ἐκ λλώριδος τοὺς τρεῖς γεγονέναι· καὶ γὰρ ὁ Πρίαμός φησι (Il. 24. 495) “πεντήκοντά μοι ἤσαν, ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἤσαν· τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγά- ροισι γυναῖκες.”

693. τὸν Nεστορά φησι μόνον περισωθῆναι τῶν λοιπῶν τοῦ Νη- λέως παίδων, ἤτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρὰ τοῖς Γερήνοις, ἢ ἐπεὶ συνεβούλευσεν εἰσαχθῆναι τὸν Ἠρακλέα, ὥς τινές φασιν.

[*](7. Ἐπειοὺς τοὺς Friedlaenderus] interlinearia 23. ὡς delet Fiedl. απανιως 11. οὕταως Friedl.] καὶ οὕτως 28. ἐκ νηδύος ἦσαν] ἐν κνι 14. Legitur inter glossemata)
406

694. Ἐπειοὶ] ὅτι ἔν τισι γράφεται Ἀχαιοί· τοὺς δὲ Ἠλείους Ἐπειοὺς καλεῖ Ὅμηρος.

697. *ὅτι θρέμματα δηλονότι τριακόσια.

699. τέσσαρες ἀθλοφόροι] ὅτι φαντασίαν ὁ τόπος ἔχει ὡς τετρώρῳ ἅρματι χρωμένων τῶν ἡρώων· καὶ γὰρ λέγει (701) “τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.” ἐνδέχεται δὲ δύω συνωρίδας ἐπὶ τὸν ἀγῶνα πεπορεῦσθαι, μή τι περὶ τὴν ἑτέραν γένηται· εἰρῆσθαι δὲ τὸν ἐλατῆρʼ ἀφίει συλληπτικῶς, τὸν ἑκατέρας ἐλατῆρα, ὡς “ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη” (Od. 1, 335)· οὐ μία ἐπὶ ἀμφοτέρων τῶν μερῶν, ἀλλʼ ἑκατέρωθεν μία. οἱ δὲ ὡς Ποσειδῶνος υἱὸν τετρώρῳ φασὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός.

*ὅτι ἑκατέροις δύναται προσδίδοσθαι.

700. Ἡρακλῆς προστάξαντος Εὐρυσθέως ἀνεκάθηρε τὴν Αὐγέου κόπρον· ἀπαιτοῦντι δὲ αὐτῷ τὸν μισθὸν οὐκ ἀπεδίδου, λέγων ἐξ ἐπιταγῆς αὐτὸν πεποιηκέναι. Φυλεὺς δὲ ὁ τούτου παῖς κριτὴς γενό- μενος κατέκρινε τὸν πατέρα· ὁ δὲ ἀγανακτήσας ἐξέβαλεν αὐτὸν τῆς χώρας· ρακλῆς δὲ ἐπιστρατευσάμενος Ἦλιν ἐπόρθησε, καὶ μετα- πεμψάμενος τὸν Φυλέα ἐκ Δουλιχίου παραδίδωσιν αὐτῷ τὴν βασι- λείαν. ὀλιγανδρίας δὲ οὔσης διὰ τὸ πολλοὺς ἐν τῷ πολέμῳ συνεφθάρ- θαι, Ἡρακλῆς συγκατέκλινε τὰς τῶν τετελευτηκότων γυναῖκας τῷ στρατῷ, οὕτως τε πολλῶν γεννηθέντων ἔθηκε τῷ Διὶ τὸν Ὀλυμπιακὸν ἀγῶνα, καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχω.

702. * ἤτοι ἐλατῆρα ἵππων ἢ ἀκαχήμενον περὶ ἵππων.

705. ἐκ τῶν περὶ τῆς Κικονίας λεγομένων ἐν Ὀδυσσείᾳ (9, 42) μετάκειται ὁ στίχος· ἔνθα καὶ εὔλογον αὐτοὺς τὰ λάφυρα ἐξ ἴσου μερίζεσθαι. ἐνταῦθα δὲ οὐκ ἐπέβαλεν ἐξ ἴσου μερίζεσθαι, ἀλλʼ ἀνάλογον ἑκάστῳ τοῖς ὀφειλομένοις· οὐ γὰρ ἐκ πολέμου λαφυραγω- γίας. Ζηνόδοτος οὐδὲ ἔγραφεν.

μή τίς οἱ] ὅπως μηδεὶς ἀπέλθῃ στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς· ἴσης γὰρ τῆς τὸ δίκαιον καὶ ἴσον ἐχούσης.

706. *γράφεται ἀμφί τε ἄστυ.

708. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἤλθον πρὸς τὸ σαφέστερον.

[*](15. ωυλεὺς] φυλλεὺς 25. Κικονίας Cobetus] κοινωνίας 18. Δουλιχίου] δουλιχείου 29. Σηνόδοτος οὐδὲ ἔγραφεν] Haec 19. ὀλιγανδρίας] ὀλιγανδρείας verba etiam in marg. inter.)
407