Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

709. Μολίονε] Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος, κατά τινας δὲ Μολιόνης καὶ Ποσειδῶνος. ἴσως δὲ μᾶλλον Μολίονας αὐτοὺς εἶπεν πολεμικοὺς, ἀπὸ τῆς κατὰ τὴν μάχην μολύν- σεως, οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη· ἀπὸ μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει. οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων· διφυεῖς γὰρ σαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας καὶ πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡροκλῆς δὲ πολεμῶν καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περι- γενέσθσι συμμαχούντων ὐγέᾳ, λοχήσας αὐτοὺς ἀνεῖλε, καὶ οὕτως ἐπόρθησε τὴν Ἧλιν. ἡ ἱστορία παρὰ Φερεκύδει.

ὅτι ἀπὸ μητρὸς Ὅμηρος οὐ σχηματίζει· μήποτʼ οὖν ἀπὸ τοῦ ταύτης πατρὸς Μόλου οὕτως αὐτοὺς εἶπεν.

711. ὅτι ῆν ἐν τῷ καταλόγῳ (Il. 2, 592) εἴρηκε Θρύον “καὶ Θρύον. Ἀλφειοῖο πόρον,” νῦν Θρυόεσσαν λέγει.

714. μετεκίαθον] ὑποστικτέον. περιττεύει δὲ ἐν τῷ ἄμμι δʼ Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δὲ καὶ ἐπὶ τὸ ἔννυχος ὑποστί- ζεσθαι, ἵνα ἐν τῷ οὐδʼ ἀέκοντα ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος τοῦ μὲν προτέρου οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ ὑπʼ ὄοθρον, οὐδʼ ἄκοντας ἀνήγαγε τοὺς Πυ. λίους.

717. προτρέπει τὸν Πάτροκλον διʼ ὥν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν.

719. οὐ γάρ πω τί μʼ ἔφη] ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ τὴν με ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν.

720, 721. τὸ μὲν πρότερον ὡς περισπωμένως, τὸ δὲ ἕτερον κατʼ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστὶν, ἐπεὶ οὕτως ἤγε τὸ νεῖκος ἡ Ἀθηνᾶ· ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ, ὅπως ἐπιφανὴς γενήσομαι.

723. ἐγγύθεν Ἀρήνης] ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον τὸ ἡμιστίχιον.

725. βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπʼ ὄρθρον γὰρ ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὔδευσαν, καὶ κατὰ μέσον ἡμέρας ἐπὶ τὸν Ἀλφειὸν παρεγένοντο.

[*](1, 2. *Μολιόνης] μολίνης—μολίονος 20. οφδʼ Bekkerus] οὐκ 12. τοῦ addidit Bekkerus. 29. γενήσομαι Vill.] γενήσωμαι)
408

728. ταῦρον] οἰκεῖα τὰ θύματα. τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους διὰ τὰς βίας τῶν ὑδάτων.

730. δόρπον ἔπειθʼ ἑλόμεσθα] ὅτι Ζηνόδοτος γράφει δεῖπνον. δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κατακοιμῶνται.

733. *διαρραῖσαι] γράφεται διαπραθέειν.

734. ἀλλά σφιν προπάροιθεν] ὅτι τὸ προπάροιθε οὐ τοπικῶς ἀλλὰ χρονικῶς· πρὶν ἢ πορθῆσαι τὸ ἄστυ, ἐφάνη αὐτοῖς μέγας ὁ ἐσόμενος πόλεμος.

735. φαέθων ὑπερέσχεθε γαίης] ὅτι ἐξ ἡρωικοῦ προσώπου ὑπὲρ γῆς τὴν ἀνατολὴν λέγει, αὐτὸς δὲ ἐκ τοῦ ἰδίου προσώπου ἐξ Ὀκεανοῦ.

737. ὅτι τινὲς καὶ Ἀχαιῶν γράφουσιν· Ὅμηρος δὲ Ἑπειοὺς τοὺς Ἡλείους λέγει. καὶ ὅτι νεῖκος οὐ μόνον ἡ διὰ λόγων ἐπίπληξις, ἀλλὰ καὶ ἡ διὰ χειρῶν μάχη, ὡς νῦν.

741. Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή. αὕτη μετὰ τὴν ἀπεργασθεῖσαν ἐν Κορίνθῳ τεκνοκτονίαν φυγὰς εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη ἐκεῖ Αἰγεῖ τῷ Πανδίονος. κἀκεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς ἀναγνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φάρμακον αὐτῷ δοῦναι θανάσιμον, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγίνεσθαι. πεισθεὶς δὲ Αἰγεὺς παραγενομένῳ τῷ παιδὶ φάρμακον ἔδωκεν. μέλλοντος δὲ καταπίνειν ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα (ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπεν) τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν ἐξέβαλε τῆς Ἀττικῆς. οἰκή- σασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἕφυραν πολυφάρμακον ἐποίησεν αὐτὴν ἐπονομασθῆναι. ἡ ἱστορία παρὰ Κράτητι.

746. τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἐπάνω.

747. αὐτὰρ ἐγὼν ἐὰόρουσα] ὅτι ἐκπέπτωκεν εἰς ποιητικὴν κατα- σκευὴν τὸ παρηγμένον ἡρωῖκὸν πρόσωπον κατὰ τὴν ποίησιν.

750. ὅτι ἐντεῦθεν Ἡσίοδος Ἄκτορος κατʼ ἐπίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν, γόνῳ δὲ Ποσειδῶνος. οὐδέποτε δὲ Ὅμηρος ἀπὸ μητρὸς σχηματίζει.

[*](7. Post ἄστυ nonnulla excidisse 15. Αἰήτου] ἀήτου coniecit Friedl. p. 202, collato 19. *ἀναγνωρισμὸν] γνωρισμόν scholio 12, 416. 29. αὐτὰρ—] διπλῆ praefixa.)
409

751. πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτορος παίδων, πότερον μία ἀμφοτέρων συμφυΐα ἢ ἑκάτερος αὐτῶν διφυὴς ἦν.

754. διʼ ἀσπιδέος πεδίοιο] ὁ λσκαλωνίτης διʼ ἀσπιδέος, ἐπεὶ ἐπιφέρει “ἀνυά τʼ ἔντεα καλὰ λέγοντες,” τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπίδας. ὁ δὲ Ἀλεξίων καὶ ἀμφότερα κρίνει, καὶ ἀσπιδέος καὶ σπιδέος· ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολὴν, ἵνʼ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἀσπίδες τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος τοῦ ἔχοντος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει “ἀνά τʼ ἔντεα καλὰ λέγοντες.” οἱ δέ φασιν ἐκ πλήρους σπιδέος καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν, ὅταν λέγῃ “σπίδιον μῆκος ὁδοῦ,” καὶ ὁ Ἀντίμαχος “οὐδὲ σπιδόθεν προνοῆσαι,” τουτέστι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίσταρ- χος. Κράτης δὲ προκρίνει τὴν διὰ τοῦ ᾱ γραφήν. καὶ Ζηνόδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ ᾱ γραφῇ, καί φησι σπιδέος τοῦ ἀπόρου καὶ τραχέος καὶ μεγάλου. καὶ Ἀμερίας δὲ λέγει, σπιδέος τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. ἡ διπλῆ πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως.

* Ἡρωδιανὸς διὰ σπιδέος.