Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

356. ὁ ὀβελὸς καὶ ὁ ἀστερίσκος, ὅτι ἐν ἄλλῳ τόπῳ (ll. 5, 309) ὀρθῶς κεῖται· οὐ γέγονε γὰρ σφροδρὰ πληγὴ, ὡς ἐπʼ Ἀἰνείου· οὐ “θλάσσε δέ οἱ κοτύλην” πῶς οὖν ἐσκοτώθη;

*προηθέτει Ἀριστοφάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

358. καταείσατο] ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδῶ βαρυτόνου ὁ σχηματισμός.

365. ἦ θήν σʼ ἐξανύω] τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. τὸ δὲ ἑξῆς ἐστὶ, κατεργάσομαι δή σε καὶ ἀνελῶ, καὶ τέλος τῇ πράξει ἐπιθήσω, ἐξ ὑστέρου ἀπαντήσας.

366. *ἔστιν] ἐν ἄλλῳ ἐπιτάρροθος εἴη.

368. ὅτι Ζηνόδοτος γράφει ἐξενάριξεν συντελικῶς. ἄρτι δὲ ἔμελλε σκυλεύειν· ἐπιφέρει γοῦν “ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο” (373). διὰ τοῦ ζ οὖν γραπτέον παρατατικῶς· σκυλεύ- οντα γὰρ αὐτὸν βάλλει ὁ Ἀλέξανδρος.

* Ἀρίσταρχος παρατατικῶς ἐξενάριζεν.

370. Τυδείδῃ ἐπὶ τόξα] οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέφουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐπὶ Τυδείδῃ.

371. *στήλῃ κεκλιμένος] τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλη- μένος ἀντὶ ἀσπίδος ὁ δειλὸς καὶ γυναικομανής.

[*](9. ὡς φιλοψευδὺς—] Haec Zoili 17. εἴδῶ] εἴω Lehrsius Arist. p. esse videntur. 14. κεῖται] ἐνταῦθα δὲ οὒ addit 21. δή σε Bekkerus] δῆσαι Friedl. 32. ἀσπίδος Vill.] τοῦ ἀσπίδος Αἰνείου Friedl.] Αἴαντος.)
389

ἀνδροκμήτῳ] ἤτοι ἐν ᾧ ἀνὴρ καμὼν, τουτέστιν ἀποθανὼν, κεῖται, ἢ ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. ἢ ἐπὶ ἀνδρὶ κεκμηκότι καὶ τεθνεῶτι κατεσκευασ μένῳ.

375. τόξου πῆχυν] τὸ τόξον περιφραστικῶς· τὸ γὰρ ὅλον τόξον ἐκ δύο κεράτων σύγκειται, ὧν ἑκάτερον πῆχυς καλεῖται. μετεχειρίζετο οὖν, φησὶ, τὸ τόξον.

376. ὅτι τὸ βάλεν ἀντὶ τοῦ ἐπέτυχεν, καὶ ὅτι ἐν σχήματι εἴρηκεν, οὐδὲ ἅλιον αὐτὸν ἐξέφυγε τῆς χειρός.

383. οἵ τέ σε πεφρίκασι] τὸ ἴδιον πάθος ἐπὶ πάντας εἰκάζει. οὐκ ἀναγκαῖον δὲ ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ ἀπόλυτος εἶναι.

μηκάδες] ἐπιθετικῶς αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς· μήκη γὰρ καλεῖται ἡ τῆς αἰγὸς φωνή.

385. σὺν τῶ ῑ ἔγραψάν τινες τὸ κέρᾳ, ἵνα ᾖ δοτικὴ, ὁμοίως τῷ “δέπᾳ μελιηδέος οἴνου” καὶ “γήρᾳ ὑπὸ λιπαρῷ” (Od. 11, 136). οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ “κρέα ἔδμεναι” (Il. 4, 345), ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυν- τικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥστε εἶναι κατὰ κέρας, συναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ “κέρα ἐκ κε- φαλῆς” (Il. 4, 109). τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοη- τοῦ, ὡς ὅτι σπάνιόν ἐστιν ἐπʼ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι· κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκάμους καὶ ἐθείρας. τὸ δὲ παρ θενοπῖπα τινὲς παρθενοπῖα, παρθένοις ἐοικώς.

ὅτι κέρᾳ οὐ τῇ τριχὶ ψιλῶς, ἀλλʼ ἐμπλοκῆς τι γένος· εἰς κέρατος τρόπον ἀνεπλέκοντο οἱ ἀρχαῖοι. Σώφρων “κορώνας ἀνδού- μενοι·” καὶ οἱ Ἀθηναῖοι τέττιγας ἐνεπλέκοντο· καὶ παρʼ Ὁμήρῳ “πλοχμοί θʼ οἳ χρυσῷ τε καὶ ἀργύρῳ” (Il. 17, 52). ἔνιοι δὲ, τῷ τόξῳ ἀγαλλόμενε· προείρηκε δὲ “τοξότα λωβητήρ.”

περὶ δὲ τῶν διαστολῶν εἴρηται πολλοῖς ὅτι εἰσὶν ἀμφίβολοι· ἢ [*](5. ἑκάτερον πῆχυς (* ἕκαστον πῆ- 12. μήκη Bekkerus] μῆκα. Conf. χυς) Bekkerus] ἑκατόν πηχυ Schol. Od. 1, 124. Probabilius 8. χειρός] ἀντὶ τοῦ αὐτοῦ τὴν μηκή, ub μυκή, de quo Arcad. p. 106, χεῖρα addit Friedl.)

309
γὰρ καθʼ ἑαυτὸ ἕκαστον, μόνου τοῦ κέρᾳ προσδιδομένου ἢ τοῖς ἡγου- μένοις ἢ τοῖς ἑπομένοις, ἢ κατὰ δύο ἢ καὶ ἐναλλὰξ, τὰ μὲν καθʼ ἓν. τὰ δὲ κατὰ δύο.

387. *οὐ χραίσμῃσι] ὅτι ἀντὶ τοῦ οὐ χραίσμοι.

390. χωφὸν γὰρ βέλος] ὅτι κατὰ μεταφορὰν ἀπὸ τοῦ κατὰ τὴν ἀκοὴν ἐπὶ τὸ κατὰ τὴν ἁφὴν κωφὸν τὸ ἀνεπαίσθητον.

391. εἴ κʼ ὀλίγον περ ἐπαύρῃ] ἐλλείπει τὸ πρόσθεν· οὕτως καὶ διὰ τῶν ὑπομνημάτων. ἔν τισι δὲ γράφεται ἐπαύρω.

*ἀντὶ τοῦ ἄλλως ὑπʼ ἐμεῖο πέμπεται.

392. *αἶψα] Ἀρίσταρχος ἄνδρα τίθησιν.

395. περὶ πλέες] Τυραννίων περίπλεες συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων ὁ δὲ Ἀσκαλωνίτης κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέες. οὕτως δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ, ὅτι καὶ κατʼ ἰδίπν ἄνευ τῆς προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπʼ αὐτοῦ κινήματα· “τόσσον ἐγώ φημι πλέας ἔμμεναι” (Il. 2, 129)· οὐ γὰρ πολλοὺς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ “πλέονές κεν μνηστῆρες” (Od. 18, 247) συγκοπή ἐστιν ἡ πλέες φωνὴ, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου περιπλέονες, δοθήσεται μηδὲ τὸ ἀπʼ αὐτοῦ συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγι- νώσκειν, λειπούσης τῆς αὐτόν.

*λείπει ἡ αὐτόν, ἵνʼ ᾖ περὶ αὐτὸν πλέες.

397. βραχὺ διασταλτέον ἐπὶ τὸ καθεζόμενος, πρὸς τὸ σαφέ- στερον.

400. *ἤχθετο γὰρ κῆρ] γρ. ὠκέας ἵππους.

402. * ὅτι νῦν φανερῶς φόβος ἡ φυγή.

404. * φέβωμαι] ὅτι ἀντὶ τοῦ φύγω.