Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

215. *ἔν τισι καὶ αὐτοί.

217. πρὸς τὸ ἔθελεν, ὅτι διὰ παντὸς ἀπὸ τοῦ ε ἄρχεται παρὰ τῷ ποιητῇ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “μήτε σὺ Πηλείδήθελ (Il. 1, 277), ὅτι ἐγκλιτέον τὴν ἀνάγνωσιν, ἵνʼ ᾖ ἔθελε.

219. Ζηνόδοτος καὶ Ἀριστοφάνης ἀντίος, Ἀρίσταρχος ἀντίον διὰ τοῦ ν.

221. Ἰφιδάμας] ἐὰν αὐτὸν τῶν ἐπικούρων εἴπωμεν, ἐπεὶ καὶ Θρᾷξ ἦν καὶ ἦγε Θρᾷκας ἐπικούρους, ἔσται πρὸς τὸ δεύτερον πρότε- ρον ἀπηντηκώς. γεγέννηται μέντοι ἐν Τροίᾳ· ἡ γὰρ Θεανὼ ἱέρεια τῆς Ἀθηνᾶς οὖσα οὐκ ἄν ποτε εἰς Θράκην ἐξεληλύθει, καὶ ἦν πατρὸς) Τρωός· γεννηθεῖσα δὲ ἐδόθη τρέφεσθαι τῷ μητροπάτορι· οὗτος δὲ μόνος παρὰ τοῖς Τρωσὶ τὴν ἀδελφὴν τῆς μητρὸς ἔγημεν, ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι Διομήδης. ἡ διπλῆ δὲ, ὅτι ὡς ἐμπνευσθεὶς ἀντ- αποδέδωκε καθάπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος “τίς τʼ ἄρ σφωε θεῶν,ʼ εἶτα “Λητοῦς καὶ Διὸς υἱός”

222. μητέρι μήλων] Ζηνόδοτος μητέρι θηρῶν. τῇ δʼ ἐριβώλακι συνάδει καὶ τὸ πολυθρέμματον, οὐ τὸ ἔνθηρον.

223. Κισσῆς, ὡς Ἑρμῆς· καὶ μήποτε παρὰ τὸ κισσός παρώ- νυμόν τι ἐγένετο Κισσέας, καὶ κατὰ συναλοιφὴν Κισσῆς.

226. ὅτι ὅμοιος ὁ γάμος Διομήδους καὶ Ἰφιδάμαντος· ἀμφό- τεροι γὰρ μητρὸς ἀδελφὰς ἐγάμησαν, ὁ μὲν Αἰγιάλειαν τὴν Ἀδρά- στου, Ἰφιδάμας δὲ Κισσέως θυγατέρα, ὢν Θεανοῦς υἱὸς τῆς Κισ- σέως.

227. γήμας δʼ] βραχὺ διασταλτέον μετὰ τὸν σύνδεσμον, πρὸς τὸ [*](5.σημειοῦνταί τινες hie et ad v. τίον—ἀντίος διὰ τοῦ σ Duentzerus 300 et alibi de suo addidit libra- Zenod. p. 81 collatis scholiis ad 6, rius, ut monet Cobetus: ὅτι refer- 54 et 15, 694: sed obstant scholia tur ad διπλῆν quae excidit. ad 11, 553. 12, 44. 19, 70, ubi ἴσῳ τῷ Friedl.] ἴσῳ τοῦ ἀντίον Aristarcho tribuitur, quibus 12. ἀντίος—ἀντίον διὰ τοῦ ν] ἀν- Ζηνόδοτος restitui vult Duentzerus.)

383
σαφέστερον· καὶ ὅτι καθʼ ὑπερβολὴν ἐμφαίνει τὸ ὑπόγυιον τοῦ γά- μον καὶ τὴν περὶ τὸν πόλεμον σπουδὴν καὶ τὸ οἰκτρὸν τῆς ἀναι- ρέσεως.

μετὰ κλέος ἵκετʼ Ἀχαιῶν] ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος “γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις ταρβεῖ προσιόντα.”

*ἡ γὰρ ἦττα τούτου δόξα τῶν Ἑλλήνων ἐγίνετο.

229. λίπε νῆας ἐίσας] ἐθαλασσοκράτουν γὰρ οἱ Ἕλληνες. διὸ τὰς ναῦς καταλιπὼν πεζὸς ἦλθεν εἰς Τροίαν. ἡ δὲ Περκώτη πόλις Ἑλλη- σπόντου.

230. *διχῶς, καὶ ἐών καὶ ἰών.

233. Ἀτρείδης μὲν ἅμαρτε] ἀπέτυχεν. μόνον νῦν ὁ πρότερος ἀφεὶς νικᾷ καὶ δεύτερον ἀφείς. ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται.

234. κατὰ ζώνην θώρηκος ἔνερθε] ὅτι οὐ λέγει διὰ τοῦ θώρακος ἔνερθεν ἐντὸς θώρακος, ἀλλὰ κατὰ ζώνην θώρακος, τὴν θωρακοζώνην λεγομένην· τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος τῆς θωρακοζώνης, ὡς ὅταν λέγῃ “νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθεν” (252), οὐχ ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. ὁ δὲ λόγος οὗτος, τῆς θωρακοζώνης εἰς τὸ κάτω μέρος ἔνυξεν.

239. οἱ] ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις.

λὶς] ὁ μὲν Ἀρίσταρχος ὀξύνει, ὁ δὲ Αἰσχρίων περισπᾶ· ὡς γὰρ παρὰ τὸ μῦς μῦν, φησὶ, καὶ νοῦς νοῦν, οὕτως καὶ λῖς λῖν “ἐπί τε λῖν ἤγαγε δαίμων” (480). καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι, ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων περιεσπάσθη. καὶ τάχα καθʼ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυ- νόμενον ἀποφύγῃ, λέγω δὲ τὸ λὶς πέτρη (Od. 12, 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοι γε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχοςʼ καὶ οὕτως ἐπείσθη ἡ παράδοσις.

242. βραχὺ διασταλτέον ἐπὶ τὸ οἰκτρός καὶ ἀλόχου πρὸς τὸ σαφέστερον, ὑποστικτέον δὲ ἀνυποκρίτως ἐπὶ τὸ ἀρήγων· τὸ γὰρ [*](1. καὶ ὅτι] καὶ ὅτι τὸ ἐκ θαλάμοιο in marg. addita litteris minuseulis. συναπτόμενον τοῖς ἐξῆς Friedl. 29. καὶ θίς] καὶ τῷ θίς Lehrs. 16. ἔνερθεν ἐντὸς θώρακος] Verba Arist. p. 258.)

384
ἐξῆς ἀλόχον κοιυριδίης, τὸ δὲ ἀστοῖσιν ἀρήγων διὰ μέσου. δηλοῖ δὸ τοὺς αὐτοῦ πολίτας· Ἀντήνορος γὰρ υἱός ἐστιν. εἰ δὲ συνάπτοιμεν ἀστοῖσιν ἀρήγων κουριδίης, ἁμαρτησόμεθα· ἡ γὰρ γυνὴ Θρᾷσσά ἐστιν, ὥσπερ καὶ ὁ πατὴρ Κισσῆς.

244. ὅτι θρέμματα ἐδίδοσαν οἱ μνηστευόμενοι. πρὸς τὴν ἐξήγησιν τῶν ἀλφεσιβοίων παρθένων (Il. 18, 593), ὅτι εἰσὶν αἱ ἀλφάνονσαι βόας, ὁ ἐστιν εὑρίσκουσαι.

249. ὁ ῥά σύνδεσμος ἐγκλιτικὸς ὢν φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν, νῦν ἐγκλιτικὴν οὖσαν.

251. τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰς αξ λήγοντα ἐπιρρήματα ὀξύνεται, ὑπεσταλμένου τοῦ ἅπαξ. σημαίνει δὲ τὸ ἐκ πλαγίου.

252. ἀγκῶνος ἔνερθεν] ὅτι οὐ λέγει ὑποκάτω τοῦ ἀγκῶνος, ἀλλὰ κατὰ τὸ ἔνερθε μέρος τοῦ ἀγκῶνος. καὶ ἐν τοῖς ἐπάνω “Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθεν” (234).

256. ὅτι διὰ τοῦ ἀνεμοτρεφὲς βούλεται σημαίνειν τὸ εὔτονον· τὰ γὰρ ἐν εὐηνέμῳ χωρίῳ φυόμενα εὔτονα γίνεται, παλλόμενα καὶ κραδαινόμενα. διὸ καὶ τὴν Ἀχιλλέως μελίαν Πηλίου ἐκ κορυφῆς λέγει τετμῆσθαι (Il. 16, 144). οἱ δὲ ἀπέδωκαν ἀνεμοτρεφὲς τὸ κοῦφον καὶ εὐκίνητον. ἢ στερεόν· τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα στερεά.

*ἀνεμοτρεφὲς κοῦφον καὶ εὐκίνητον· ἢ στερεόν. τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα στερεά.

257. ὄπατρον] ψιλωτέον, οὐχ ὡς οἴονται, διὰ τὴν συγκοπήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν δὲ ἡμεῖς ἐν ἑτέροις ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ ἕσταμεν, Ἡράκλεες Ἥρακλες. τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω ὀπή ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ εἰ μὴ ἀναφο- ρικὴ σημασία, διὰ τὸ ὁποῖος ὅπως καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγ- μένα.

[*](5. θρέμματα Friedl.] θρέμμα 23. οἴοντοι Bekkerus] οἷόν τε 6. ἀλφάνουσαι Cobetus Mnem. 29. ὀπιπεύω] ὀππιπεύω novae vol. 2 p. 178] ἀλφαίνουσαι)
385