Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

262. ὑπʼ Ἀτρείδῃ βασιλῆι] ὅτι ἀντὶ τοῦ ὑπʼ Ἀτρείδου βασιλέως. πρὸς τὴν μετάληψιν τῆς πτώσεως.

263. ἔδυν] τὸ ἔδυν συσταλτέον· ἔστι γὰρ πληθυντικὸν, κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν.

266. ὅτι τὴν ἐκ χειρὸς πληγὴν ὠτειλὴν λέγει, παρὰ τὸ οὐτάσαι.

268. ὀξεῖαι] ὡς γὰρ ὑπὸ κέντρων ἀλγοῦμεν ἀπὸ τῶν τοιούτων φλεγμονῶν· κυριώτατα οὖν κεῖται τὸ ὀξεῖαι, καὶ ἔστι δυσμετάλη- πτον τὸ ὄνομα, τοῖς πεπειραμένοις μόνοις δῆλον. πάντα δὲ ὀδυνηρὰ ἔλαβε τὰ ὀνόματα, τὸ ὀξύ, τὸ δριμύ, τὸ πικρόν, ἐπιτείνων τὰς ὀδύνας. διὰ δὲ τοῦ δῦνον τὴν εἰς βάθος χωρήσασαν ἀλγηδόνα ἐσήμανεν.

270. ὅτι ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυντικῶς Εἰλειθυίας λέγει. ἀριθμὸν δὲ αὐτῶν οὐδὲ ὀνόματα παραδίδωσιν, ὥσπερ οὐδὲ Μουσῶν. Εἰλείθυιαι δὲ Διὸς καὶ Ἥρας θυγατέρες, τῶν τοκετῶν προῖστά- μεναι.

προῖεῖσι] ὡς τιθεῖσι· καὶ γὰρ ἐν ἑτέροις “ὄπα λειριόεσσαν ἱεῖσιν” (Il. 3, 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν. ἱέντες ἱέντων ἱεῖσι· οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ φασί· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται.

μογοστόκοι] Ἀρίσταρχος παροξύνει· δραστικὴ γάρ φησιν ἔννοιά ἐστιν· οὐ γὰρ αἱ Εἰλείθυιαι πάσχουσιν, ἵνα προπαροξύνωμεν, ἀλλʼ ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύοι· εἰσὶ γάρ τινες κανόνες καθʼ σὓς κἂν ἐνέργεια σημαίνηται, πάντως προπα- ροξύνεσθαι δεῖ. μάχεται μέντοι ἄντικρυς τὸ “ὄρνυσθ’ ἱππόδαμοι Τρῶες” (Il. 4, 509)· ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη.

281. * οὐκ ἄκοντε] ὅτι διὰ τοῦ ἐναντίου τὸ ἐναντίον.

287. ἀνέρες ἔστε φίλοι] βραχὺ διασταλτέον ἐπὶ τὸ ἔστε· οὐ γὰρ παρακελεύεται αὐτοῖς φίλοις ἀνδράσι γενέσθαι, ἀλλὰ προσ φωνεῖ μὲν ὦ φίλοι, κελεύει δὲ ἀνδρείους γίνεσθαι.

290. * Ἀρίσταρχος ὑπέρτεροι.

297. ὑπεραέῖ ὡς εὐσεβέῖ, κατὰ διάστασιν. ἔφαμεν γὰρ τὰ παρὰ [*](1. ὅτι addidit Bekkerus: nam 13. Εἰλείθυιαι] εἰλήθυιαι hic et διτλῆ huic scholio est praefixa. infra. 8. * πεπειραμένοις] πεπεισμένοις)

386
τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεσθαι, ἀκραής δυσαής· οὕτως ὑπεραής.

ὑπεραέῖ δὲ ὑπερβαλλόντως πνεούσῃ, ὅταν ἐκ τοῦ πέρθεν καταφέρηται τὸ πνεῦμα. τὸ δʼ ἑξῆς, ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ἶσος ἀέλλῃ, ἥτε καθαλλομένη ἀπὸ ὄρους πόντον ὀρίνει.

ὅτι ἔν τισι γράφεται ὑπερούρεος ἶσος ἀέλλῃ. τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέῖ σημαίνεται, ὅταν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή. ταύτας δὲ ἡμεῖς καταιγίδας καλοῦμεν ἀπὸ τοῦ κάτω ἀΐσσειν.

300. * Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηῖ] γράφεται Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν.

301. Ἀσαῖον] προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσα γέγονεν, καὶ ἐξέστη πρότερον τὸ ι· τὰ δὲ ἀπὸ τῶν εἰς α ληγόντων μακρῷ παρα- ληγομένων παραγόμενα διὰ τοῦ σιος προπερισπᾶσθαι θέλει, μοῦσα Μουσαῖος, γενναῖος Πισαῖος, ἑρσαῖος. οὕτως καὶ Ἀσαῖος. οὐ μά- χεται τὸ Ἥραιος τροπαροξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιος προπαροξυ- νόμενον παρὰ τὸ πειρῶ ἐγένετο ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιος.

303. Δόλοπα] πρὸς τὴν ὁμωνυμίαν, ὅτι καὶ τῶν Τρώων ἐστὶ Δόλοψ· “τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδὼς, Λαμπε- τίδης” (Il. 15, 525), Λάμπου υἱὸς τοῦ Πριάμου ἀδελφοῦ, καὶ τῶν μνηστήρων εἷς Ἀγέλαος (Od. 20, 231).

306. ἐπὶ τὸ νότοιο διασταλτέον· τὸ γὰρ ἑξῆς, νέφεα ἀργεστᾶο νότοιο ζέφυρος στυφελίξῃ βαθείῃ λαίλαπι, ὡς τὰ ὑπὸ τοῦ νότου συναχθέντα νέφη τοῦ ζεφύρου διασκιδνάντος. καὶ χαριέντως πάνυ ἔχει ἡ ὁμοίωσις· καὶ γὰρ τοὺς Ἕλληνας ὑπʼ Ἀγαμέμνονος ἐπιστρε- φεστέρους γενομένους διέλυσεν ὁ Ἕκτωρ.

ἀργεστᾶο] ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεστᾶο προπερισπωμένος.

πρὸς τὸ σημαινόμενον, ὅτι τὰ συνιστάμενα ὑπὸ τοῦ Λευκονότου νέφη ὁ Ζέφυρος διατινάσσει. ὁ δὲ καλούμενος Λευκόνοτος σφοδρότερός ἐστιν. Ὅμηρος δὲ τέσσαρας ἀνέμους μόνους οἶδεν.

307. πολλὸν δὲ τρόφι κῦμα] ὅτι τὸ τρόφι ἀποκοπῇ τοῦ τρόφιμον. [*](14. ἑρσαῖος] ἐρσαῖος 33. πολλὸν δὲ τρόφι κῦμα] Huic 32. Pariter in marg. inter. ὁ versui in textu praescripta est Ὅμηρος τέσσαρας μόνους ἀνέμους οἶδεν. διτλῆ, ad quam refertur Aristonici)

387
ὁ Ἡρωδιανός φησιν ὅτι ἔστη τῇ πήξει τῇ αὐξήσει· “κύματά τε τροφέοντα” (Od. 3, 290) εὐτραφῆ, καὶ τροφαλίς τὸ πεπηγὸς γάλα.

310. ἔργα γένοντο] ἀρχαῖκώτερον συντέτακται, καὶ πολύ ἐστι παρʼ αὐτῷ τὸ εἶδος. ἡ μέντοι συνήθεια τοῖς πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάσσει ῥήματα.

314. ἀλλʼ ἄγε δεῦρο, πέπον] σημειοῦνταί τινες ὅτι ἀριστείαν ἐνταῦθα Ὀδυσσέως παράγει. τὸ δὲ δεῦρο εἰς τοῦτον τὸν τόπον.

315. *ἔσσεται] ἡμῖν δηλονότι.

319. * βόλεται] ὅτι ἀντὶ τοῦ βούλεται.

325. *διχῶς, θηρητῆρσι καὶ θηρευτῇσι.

326. παλινορμένω] ὅτι ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντες, ὡς παλιμ- πλαγχθέντας (Il. 1, 59).

Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθέντας διελαμβάνομεν.