Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

173. ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς] ἀντὶ τοῦ τὰ πράγματα ἡμῶν τριχὸς ἤρτηται, ὅ ἐστιν ἐν ἐσχάτῳ κινδύνῳ ἐστὶν καὶ ἐπὶ ὀξύτητος κινδύνων, μεταφορικῶς. συσταλτέον δὲ διὰ τὸ μέτρον τὴν ξυ συλ- λαβήν.

175. Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν] ὅτι διαστέλλει τῷ ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα ἐκεῖ( Il. 19, 239) “Φυλείδην τε Μέγην τε,” τὸν Φυλείδην οἰόμενον ὄνομα κύριον.

176. *οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρχου.

*διὰ μέσου τὸ σὺ γάρ ἐσσι νεώτερος.

180. *ἐν ἀγρομένοισιν ἔμιχθεν] ἐν ἄλλῳ, ἐν ἀγρομένοισι γένοντο.

182. εἵατο] καθέζονται μὲν, ἵνα μὴ ἡ ἀνάκλισις ὕπνον ἐμποιήσῃ, οὐχ ἑστᾶσι δὲ, ἵνα μὴ πρὸ τῆς χρείας κάμωσιν.

187. ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων οὖν οὕτως γράφεται.

188. φυλασσομένοισι] ὅτι ἀντὶ τοῦ φυλάσσουσι, παθητικὸν ἀντὶ ἐνεργητικοῦ.

189. ὅτι οὐ λέγει, ὁππότʼ ἀκούοιεν τῶν Τρώων ἐπιόντων, τότε πρὸς τὸ πεδίον τετραμμένοι ἦσαν· οὐδὲ γὰρ ἐπεληλύθεισαν· ἀλλὰ φοβούμενοι μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ πεδίον.

194. τάφροιο διέσσυτο] διέβη διὰ τῆς τάφρου, ἵνα μὴ θόρυβος ἐν τῷ στρατοπέδῳ γίνηται, τὴν μὲν σύνοδον ὁρώντων, τὴν δὲ αἰτίαν ἀγνοούντων. ἢ ἵνα μὴ γνῶσιν ὅτι κατάσκοποι πέμπονται, ἢ εἰς εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τνγχάνωσιν ἐγγὺς ὄντων.

195. *βουλήν] ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς βουλήν.

199. * πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις.

*τὸ ἑξῆς ἐν καθαρῷ νεκύων, ὅθι διεφαίνετο χῶρος.

202. πίφαυσκον] ἐνεφάνιζον, ἔλεγον. φῶ φαύω καὶ πιφαύθ, πιφαύσκω.

203. *μύθων ῆρχε] ἐν ἄλλῳ τοῖσι δὲ καὶ μετέειπε.

204. ἑῷ αὐτοῦ] ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ αὐτοῦ καὶ “ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖος” (Od. 2, 45) καὶ τὰ τοιαῦτα· καὶ [*](16. γράφεται] γραπτέον Cobetus. 24. γίνηται] γίνεται 25. ἀγνοούντων] ἀγνοοῦντες, sed adscripto in marg. γρ. τ ἢ ἴνα] ἢ om.)

350
ἐπὶ τῶν πληθυντικῶν “αὐτῶν γὰρ σφετέρῃσιν” (Od. 1, 7). τὸ γὰρ αὐτοῦ καὶ αὐτῶν κοινόν ἐστιν ἐπίταγμα τῶν τριῶν προσώπων.

206. ἤτοι διασταλτέον ἐπὶ τὸ ἐλθεῖν, ἵνα στίζωμεν ἐπὶ τὸ Ἀχαιούς καὶ ἀπʼ ἄλλης ἀρχῆς εὐκτικῶς ᾖ λεγόμενα τὰ ἑξῆς “ταῦτά τε πάντα πύθοιτο·” ἢ στικτέον ἐπὶ τὸ ἐλθεῖν καὶ ἀπὸ ἄλλης ἀρχῆς “εἴ τινά που δηίων ἕλοι ἐσχατόωντα,” ἵν’ ὑποστίζωμεν ἐπὶ τὸ ἐσχατόωντα [καὶ σφίσιν] καὶ Ἀχαιούς καὶ πύθοιτο καὶ ἀσκηθής, τοῦ λόγου τοιούτου γινομένου· εἴ τινα τῶν πολεμίων ἀνέλοι καὶ γνοίη τί βουλεύονται οἱ Τρῶες, καὶ ταῦτα πυθόμενος ὑποστρέψειε, μεγάλην ἂν ἔχοι δόξαν.

207. φῆμιν] εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν ἑαυτοῖς, οἷον Λακεδαιμονίων βουλευομένων ποῖον χωρίον ἐπιτειχίσουσι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατα- σκόπους, οἵτινες παραγενόμενοι ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων δια- λεγομένων ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι· καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν.

208, 209, 210. ὅτι κακῶς ἐν τοῖς μετὰ ταῦτα (409) κεῖνται, ὅτε τὸν Δόλωνα συλλαμβάνουσιν οἱ περὶ Διομήδη. τὴν δὲ σφίσι νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν· εἰς γὰρ σύνθετον.

215. * ὅτι νυκτερινὴ ἡ πρᾶξις ἦν.

216. διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα ; καὶ ῥητέον ὅτι μέλανα μὲν, ἐπεὶ νυκτὸς ἐπορεύοντο, ὑπόρρηνα δὲ συμβόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται.

θῆλυν ὑπόρρηνον] ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου ῥητὴ, τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται· δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι.

217. εἰλαπίνῃσιν] ἑορταῖς, ὅτε κατὰ εἴλας πίνωσιν. εἴρηται δὲ οὕτως παρὰ τὸ ἐλάσαι, ὅ ἐστι ταράσσεσθαι.