Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

218. *ἀκὴν ἐγένοντο] ἴδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκέπτεσθαι.

222. ἤτοι στικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ὁ λόγος εὐκτικὸς, ἀλλ’ εἴθε, ἢ παρακελευστικὸς, ὡς προείρηται· ἢ ὑποστικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ἀνταπόδοσις τὰ ἐπιφερόμενα “ μᾶλλον θαλπωρή.”

[*](5. ταῦτά τε (sic in textu)] ταῦτά κε 22. διὰ τί—ἐπαγγέλλεται] Haec 7. καὶ σφίσιν delet Friedl. Nic. verba interpunctione et literis p. 20, 205. maiusculis distincta sunt tanquam 8. ἀσκηθής] ἀσκηθεὶς lemma. 10.ὑποστρέψειε Bekk.]ὑποστρέψει 31. προείρηται] ad 9, 46.)
351

223. * ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς.

224. σύν τε δύʼ ἐρχομένω] πρὸς τὸ σχῆμα, ὅτι ὅμοιόν ἐστιν ἐκείνῳ “ἄμφω δʼ ἑζομένω” (Il. 3, 210). συνερχόμενοι δύο ἀντὶ τοῦ συνερχομένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ ν προστιθέασι, κακῶς. ἄλλως. ἀντὶ τοῦ δυεῖν συνερχομένων ὁ ἕτερος πρὸ θατέρου πολλά- κις ἐλογίσατο· ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς “ πρό τε παίδων καὶ πρὸ γυναικῶν”(Il. 8, 57).

μάλα καλῶς ἡμᾶς ἐδίδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς. ὁ μὲν γὰρ εἷς τάχα μὲν οὐδὲ νοήσει ῥᾳδίως, εἰ δὲ καὶ τοῦτο, ἀλλʼ ἀνόνητα· οἱ δὲ δύο στερροποιοῦσιν ἀλλήλους τῇ κοινωνίᾳ.

225. οὕτως Ἀρίσταρχος, μοῦνος δʼ εἴπερ τε, καὶ οἱ ἀπὸ τῆς σχολῆς.

ὅτι περισσὸς ὁ τέ.

226. ὅτι οἱ γλωσσογράφοι βράσσων ἀντὶ τοῦ ἐλάσσων ἀπὸ τοῦ βραχύς· ἀλλʼ οὐδαμοῦ κέχρηται τούτῳ Ὅμηρος. ἀποδοτέον οὖν βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος, οὐχ ἑστηκὼς διὰ τὴν ἀγω- νίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει.

231. ὅτι τλήμονα οἱ νεώτεροι τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν τλη- τικὸν, τὸν ὑπομενητικόν.

240. ἀθετεῖται, ὅτι περισσὸς ὁ στίχος καὶ παρέλκων, καὶ μὴ ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώπου ἀναφωνεῖ, ὡς καὶ τὸ “νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας” (Il. 12, 113). οὐδὲ ἐν τῇ Ζηνοδότου δὲ ἦν.

242. ὅτι ἕταρον νῦν οὐ φίλον, ἀλλὰ συνεργὸν λέγει. ἡ δὲ ἀνα- φορὰ πρὸς τὸ ἑταρίσσαιτο (Il. 13, 456) ἀντὶ τοῦ συνεργὸν λάβοι.

κελεύετέ μʼ αὐτὸν] Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ ῥήματι τελικὸν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡς εἰ καὶ συνθέτως ἐλέγετο. ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου προσ- ώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός ὀρθοτονοῦνται. ὁ μέντοι Ἀσκαλωνίτης καἰ Ἀρίσταρχος ἐγκλιτικῶς ἀνεγνώκασιν, ἐπὶ τὴν τε [*](5. ό ἕτερος] ὁ om. 14. ἀπὸ—ἀλλʼ addidit Friedl. 10. στερροποιοῦσιν] στεροποιοῦσιν 15. τούτῳ] τοῦτο 11. οὕτως—εἴπερ τε Cobetus] ὅτι 26. οὐ τῷ Bekk.] αὐτῷ 27. τελικὸν] τελεικὸν —εἵπερ τι 13. ὅτι περισσὸς Cobetus] καὶ ὅτι 30. τήν τε συλλαβήν Bekkerus] περισσός τὸν τε σύνδεσμον)

352
συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν, ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ ἐμαυτὸν ἑλέσθαι.

244. οὗ περὶ μὲν πρόφρων] ἀληθῶς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος χρήσιμος, παρωσάμενος πᾶσαν αἰδῶ καὶ ἀμέλειαν. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρείαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν.

246. ἑσπομένοιο] δύναται καὶ σπομένοιο, ὥς φησιν ὁ Ἀσκα- λωνίτης· καὶ ὅμοιόν ἐστι τοῦ “ὁ δὲ σπόμενος περὶ δουρί” (Il. 13, 570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ “εἰ δὲ σὺ, ὦ μέγʼ ἀναιδὲς, ἅμʼ ἑσπόμεθʼ ” (Il. 1, 158), ἀνάγκη πᾶσα κατʼ αὐτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι.

247. περίοιδε] οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται περισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ Ἀρίσταρχος βούλεται.

249. μήτʼ ἄρ με μάλʼ αἴνεε] δῆλός ἐστιν ὁ ποιητὴς ἀρχὴν τοῦ ἀποφθέγματος τῷ σοφῷ Πιττακῷ δεδωκὼς, εἰπόντι τὸ μηδὲν ἄγαν· ἄλλο γὰρ οὐδὲν δηλοῖ τὸ τοῦ ποιητοῦ ἢ τοῦτο. ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν μὲν ἐπαινούμενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι φίλαυχός ἐστι. ῥητέον ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶσις, παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.

252. ἄστρον ἐστὶν ἀστέρων συμφόρημα, ὡς Ὠρίων, ὀφιοῦχος· ἀστὴρ δὲ, ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἢ Διός.

διὰ τὸ πολυθρύλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις. γρά- φεται καὶ οὕτως “ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.” τριφύλακος γὰρ ἦν καθʼ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις “ἔσσεται ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21, 111). οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς οι διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, παροίχωκεν, ἀποτεινό- μενος πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα ἄλλως γράφοντας, [*](5. ἀνδρείαν] ἀνδρίαν ante παροίχωκεν. Transposuit Co- 14. περισσῶς Bekk.] περισσὸς betus. In textu est παρῴχηκεν, 17. τῷ] om. non παροίχωκεν. 26. πλέων] πλέω 28. δείλη] δείλης 27. τῶν δύο μοιράων in A legitur)

353
ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ τεχνικὸς οἶδε τὴν γραφήν.

253. * Αρίσταρχος παρῴχωκεν.

ἀθετεῖται, ὅτι αὔταρκες τὸ κεφαλαιωδῶς εἰπεῖν “ἄστρα δὲ δὴ προβέβηκε·” τὸ γὰρ τοῦ καιροῦ τοῦτο ἀπαιτεῖ· τὸ δὲ προσδια- σαφεῖν κατὰ τὸ ἀκριβὲς τὸ παρεληλυθὸς καὶ τὸ περιλειπόμενον ὥσπερ ἀστρονόμου τινός. οὐχ Ὁμηρικὸν δὲ καὶ τὸ τῶν δύο. οἱ δύο μὲν γὰρ λέγει καὶ τοὺς δύο, τῶν δύο δὲ ἢ τοῖς δύο οὐκ ἔστιν εὑρεῖν παρʼ Ὁμήρῳ. Ζηνόδοτος οὐδὲ ἔγραφεν. Ἀριστοφάνης ἠθέτει.

256. * τὸ ἑξῆς φάσγανον ἄμφηκες καὶ σάκος· τὰ δὲ ἄλλα διὰ μέσου.

258. ἡ διπλῆ, ὅτι κυνέην μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, ἄφαλον δὲ καὶ ἄλοφον κατʼ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φάλοι γὰρ τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώσεις.

φάλος ὀμφαλός ἐστι μικρὸς, ἀσπίδι μικρᾄ παραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον, ὑπερέχων τῶν ὀφθαλμῶν, ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, οἷαι τῶν Κορυβάντων αἱ κόρυθες καὶ τῶν παλλαδίων. ὅτι δὲ κατὰ τὸ μέτωπόν ἐστιν ὁ φάλος δῆλον ἐκ τούτων “τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον, ἐν δὲ μετώπῳ πῆξε” (Il. 4, 459), κἀκ τοῦ “ψαῦόν θʼ ππόκομοι κόρυθες λαμπροῖσι φάλοισι” (II.13.132).

*Ἀρίσταρχος ἄλοφον.

καταῖτυξ] εἶδος περικεφαλαίας, ἀπὸ τοῦ κάτω τετύχθαι καὶ μὴ ἔχειν λόφον, ἀλλὰ κοίλην εἶναι. ἡ καταῖτυξ προπερισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνἱοτε ἐκτείνει τὸ ν· τὸ γὰρ “κήρυκι ἠπυτίδῃ (Il. 17, 324) συνέσταλται διὰ τὸ μέτρον.

262. * πρὸς τὸ λαθεῖν τὴν περικεφαλαίαν.

265. πῖλος ἀρήρει] ὅτι τὸ κοινὸν καὶ συμβεβηκὸς ταῖς περι- [*](8. τῶν δύο δὲ addidit Bekkerus. πτώσεων, οἷον βόμβυκος, κήρυκος addit 9. οὐδὲ Bekkerus] δὲ Lehrsius Herod. p. 258, collato 16. ὀμφαλός addidit Bekkerus. Herodiano περὶ διχρόνων p. 285, 19. φάλος Bekkerus] ἄφαλος 21. 24. *τετύχθαι] τεύχεσθαι 27. ἠπυτίδῃ Bekkerus] ἡπίτυκι 27. ἐκτείνει τὸ υ] ἐπὶ τῶν ἄλλων)

354
κεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ ζωγράφοι καὶ πλάσται πιλίον ἐπέθεσαν τῷ Ὀδυσσεῖ.

μέσση δʼ ἐνὶ πῖλος ἀρήρει] καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ ἀναγνωστέον.

266. *ὅτι ὁμώνυμος οὗτος τῷ τοῦ Φοίνικος πατρὶ Βοιωτός.

Ἐλεῶνος] εἰσὶν οἳ ψιλοῦσιν· ὁ δὲ Ἀσκαλωνίτης φησὶ δασύ- νεσθαι. ἔστι δέ τινα ἃ ἱστορίᾳ τοπικῇ κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἱστοροῦσι γὰρ οὕτως δασέως τὴν πόλιν λέγεσθαι. πῶς οὖν ἐν τῷ καταλόγῳ ψιλῶς ἀνέγνωμεν “οἵ τʼ Ἐλεῶν εἶχον” (Il. 2, 500); φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν.