Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

356. στικτέον μετὰ τὸ ἐκ Τρών· ἔστι γὰρ ὁ λόγος, ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀποστρέψαντας γὰρ εἰς τοὐπίσω καλέσαντας.

* ὅτι τὸ πάλιν συναπτέον τῷ ἀποστρέψοντας, ἵνα ᾖ εἰς τοὐπίσω ἀποστρέψοντας.

359. *αἷψα] γρ. καὶ τοὶ δʼ ὦκα.

ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολε- μίους ὄντας.

*τὸ ὁρμήθησαν Ἰακῶς.

360. καρχαρόδοντε] ἐπικαμπεῖς ὀδόντας ἔχοντες. ἢ τραχεῖς· κάρ- χορον γὰρ τὸ τραχύ. ἤγουν οἱ κύνες τοῦ Ἅιδου.

[*](4. ἀπείρηκται] Sic A, quasi ἀπέρ- Aristarchus quoque, ut monet ρηκται voluerit. ἀπειρκται (sine ac- Cobetus. V. La Roche Textkr. p. centu) ViIl. 10, 11. Ante lin. 6 in A. 24. τὸ adlidit Bekkerus. 16. αὐτόγυον] αὐτόγυιον 29. τὸ] οὕτως Cobetus. 17. ἐπεδραμέτην] In textu est ὁρμήθησαν Bekk.] ὡρμήθησαν ἐπιδραμέτην, et sic haud dubie)
360

361. ὅτι τῷ ἐπείγετον ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον. ἐπιφέρει γὰρ προθέῃσι. γίνεται οὖν κατάλληλον οὕτως, ὡς δʼ ὅταν ἐπείγωσιν, ὁ δὲ προθέῃσι μεμαώς.

ἐμμενές] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀριστεία. ταῦτα γάρ ἐστι τὰ ζῷα φύσει μὲν ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθένειαν οἱ δὲ κύνες τὸ ἐναντίον.

362. *ὁ τε σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου.

364. λαοῦ ἀποτμήξαντε διώκετον] ὡς τὸ “εἰδότε θήρης” (360)· οὐδὲ γὰρ ἐκεῖνοι κατʼ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρὰ, ηὐτρε- πισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων.

ὅτι τὸ διώκετον σημαίνει διώκουσιν [ἢ διώκετε], οὐ τὸ ἐδιωκέτην, ὡς Ἐρατοσθένης. ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ ἐδίωκον, ὃν τρόπον “αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι” (Od. 7, 104) ἀντὶ τοῦ ἠλέτρευον.

λαοῦ ἀποτμήξαντε διώκετον] τοῦ Τρωῖκοῦ λαοῦ χωρίσαντες αὐτὸν ἐδίωκον. τρία δὲ ῥήματά ἐστι παρὰ τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου δυῖκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως, τοῦτο καὶ τὸ “ἀνδρά- σιν ἡρώεσσιν ἐτεύχετον” (Il. 13, 346) καὶ τὸ “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18, 583). οὐκ ἔστι μέντοι ἄντικρυς δυικῆς σημασίας· ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικήν· τὸ γὰρ διώκετον ἀντὶ τοῦ ἐδίωκον κεῖται, καὶ τὸ ἀνδράσιν ἡρώεσσι ἐτεύχετον ἀντὶ τοῦ ἔτευχον, καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ ἐλάφυσσον.

368. * φθαίη ἐπευξάμενος] καυχήσεται προλαβών.

372. ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον οὕτως “καὶ βάλεν οὐδʼ ἀφάμαρτεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·” καὶ λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· καὶ βάλεν, οὐδʼ ἀφάμαρτεν ἂν, ἑκὼν δʼ ἡμάρτανεν. ἀγνοοῦσι μέντοι ὅτι Ὀμηρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν.

[*](1. De hoc scholio v. Friedl. scripsit ὅτι, reliqua addere oblitus. 11. ἐδιωκέτην Friedl.] διωκέτην ἐπείγητον] Fort. addendum κέ- 15. Cum hoc scholio comparan- χρηται, nisi intelligendum ut p. dum schol. ad 13, 346 et Epim. Homerici in Crameri Anecd. Oxon. 8. Hoc scholion et duo prox- vol. 1 p. 397, Buttmann. Gr. Gr. ima scholia hoc ordine in A, 2. vol. 2 p. 301 ed. Lobeck. 17. *τὸ ἀνδράσιν —καὶ τὸ] om. 11. ἤ διώκετε seclusit Friedl. 21. *ἐτεύχετον — ἔτευχον—ἐλά- Simile scholion in marg. inter. φυσσον] τετεύχετον — ἔτυχον—λα- scribere voluit librarius, sed solum φύσσετε)
361

373. ἐΰξου] Πτολεμαῖος περισπᾷ, λέγων ἐκ τοῦ εὐξόου συνη- λεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐύξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ εὔξου ὡς εὔνου.

375. βαμβαίνων] τρέμων καὶ μετὰ σφαλμοῦ τὴν πορείαν ποιού- μενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος· οἱ δὲ ἐσχημάτισαν ἀπὸ τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς ὀδόντας. ἢ ἀσαφῆ φωνὴν προῖέμενος ὑπὸ τοῦ φόβου, βαμβαλύζων, ὅπερ ἡμεῖς φαμέν. ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται τὸ βαίνειν.

*ὅτι ὀνοματοθετικὸς ὁ ποιητής.

*τὸ ἑξῆς, βαμβαίνων χλωρὸς ὑπαὶ δείους· τὰ δὲ λοιπὰ διὰ μέσου.

378. ὅτι παρὰ τὸ σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν.

381. πεπύθοιτʼ] ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάσσει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο ἀντὶ τοῦ πύθοιτο.

*ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς ἡμεῖς.

385. γρ. ἐπὶ νῆας.

387. ὅτι ἐκ τῶν ἐπάνω (343) ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πορίζων. ἠθέτει καὶ Ἀριστοφάνης.

*κατατεθνηώτων] οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ κατατεθνειώτων.

391. *ἤγαγεν] Ἀριστοφάνης ἤπαφεν Ἕκτωρ.

394. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα] ταχεῖαν λέγει τὴν νύκτα διὰ τὸ ὑφʼ ἔνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις “δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί” (Od. 2, 388).

397. ἢ ἤδη χείρεσσιν] καὶ γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς [*](1. συνηλεῖφθαι Bekk.] συνειλῆ- legatur, in quibusdam προτὶ olim φθαι lectum fuisse coniecit Cobetus, ut 5. μετὰ Vill.] κατὰ 7. ψόφου Vill.] ψόφου τοῦ v. 336 (ubi in marg. exter. προτὶ 8. ὑπὸ Bekkerus] ἀπὸ νῆας cum punctis) et 347. inter 11. ὀνοματοθετικὸς] ὀνοματικό. τροτί, ποτί et ἐτί variatur, Correxi ex p. 200, 5 et 227, 15. 20. Asteriscus cum obelo præ- 19. γρ. ἐπὶ] Quum id ipsum in fixus. omnibus quos novimus codicibus 28. ἥ ἤδη] Obelus praefixus.)

362
τρεῖς στίχους, εἴ τι χρὴ πιστεύειν Ἀμμωνίῳ τῷ διαδεξαμένῳ τὴν σχολὴν, ἐν τῷ περὶ τοῦ μὴ γεγονέναι πλείονας ἐκδόσεις τῆς Ἀρι- σταρχείου διορθώσεως τοῦτο φάσκοντι. καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο. ἐν δὲ ταῖς Ἀριστάρχου ἐγέγραπτο εἰ ἤδη. ταῦτα ὁ Δίδυμος περὶ τῶν στίχων τούτων.

398. *ἐν ἄλλλῳ “φύξιν βουλεύουσι μετὰ σφίσιν οὐδʼ ἐθέλουσι.” ὅτι οὕτως γραπτέον, βουλεύουσι καὶ θέλουσι· τὸ γὰρ σφίσιν ἐν τῷ περί τινών ἐστι λόγῳ, ἀντὶ τοῦ αὐτοῖς, ᾧ ἀκόλουθα δεῖ εἶναι τὰ ῥήματα. ταῦτα ὁ Ἀριστόνικος περὶ τῆς γραφῆς ταύτης φησὶ, διπλῆν βάλλων τῷ στίχῳ. ἐν μέντοι τῇ τετραλογίᾳ Νεμεσίωνος οὕτως εὗρον περὶ τῶν στίχων τούτων· τῶν παρακειμένων ὀβελῶν οὐκ ἔστιν αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώ- νιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησὶ τὸν Ἀρίσταρχον παρασημειώσασθαι αὐτοὺς, εἶτα δὲ καὶ τέλεον ἐξελεῖν, τάχα διὰ τὸ ἐπὶ δευτέρον προσώπου τὸ σφίσι τετάχθαι καὶ ἄνωθεν μετενη- νέχθαι.

404. * ἔδει εἰπεῖν ἄλλοις.

408. πῶς δαὶ] ἡ μὲν σύνταξις ἐπιζητεῖ πῶς δʼ αἱ, τὸ αἱ ἄρθρον· ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ ποιητοῦ, ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα. οὕτως γὰρ αὐτῷ ἔθος· “ποῦ δαὶ νηῦς ἔστηκε” (Od. 24, 298). “τίς δαὶ ὅμιλος (Od. 1, 225).

* ὅτι σύνδεσμος ὁ δαι καὶ οὐκ ἄρθρον.