Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

322. τοὺς ἵππους] ὅτι τὸ τούς οὐκ ἐστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἀντωνυμίας.

323. *οἳ φορέουσιν ἀμύμονα Πηλείωνα] γράφεται καὶ ποδώκεα καὶ ἀμύμονα.

324. οὐδʼ ἀπὸ δόξης] ἤτοι οὐδʼ ὡς δοκεῖν μόνον, ἀλλʼ ἀληθῶς· ἢ οὐδὲ παρὰ τὴν δόξαν ἣν περὶ ἐμοῦ ἔχεις.

326. * μέλλουσιν] ὅτι ἀντὶ τοῦ ἐοίκασι. καὶ οὕτως ἀεὶ κέχρηται τῇ λέξει.

329. ἴστω] ἐπιστάσθω, γινωσκέτω, μαρτυρείτω· ἴστωρ γὰρ ὁ μάρτυς· “ἴστορα δʼ Ἀτρείδην Ἀγαμέμνονα” (Il. 23, 486).

330. τοῖς ἵπποισιν] ὅτι καὶ νῦν τὸ τοῖς ἀντὶ τοῦ τούτοις τοῖς ἵπποις, ωστε ἔξωθεν προσλαμβάνειν δέον τὸ τοῖς ἄρθρον.

332. ὡς ἐν τῇ συνηθείᾳ, οὕτως καὶ ἐνθάδε τὸ ἐπίορκον. οὕτως καὶ διὰ τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχον. τοῦτο δὲ ἔξωθεν ἐπιπε- φώνηται, ὅρκον ἐπίορκον ὤμοσεν, οὐχ οἷον ἑκουσίως, ἀλλὰ διὰ τὸ μὴ ἀποτελεσθῆναι τοῦτο ὅπερ ὤμοσεν.

334. πολιοῖο λύκοιο] λευκοῦ λύκου, διὰ τὴν τῆς χρόας ἰδιότητα· καὶ γὰρ Πελίαν ἐντεῦθέν φασιν ὠνομάσθαι. Τυρὼ γὰρ ἡ Σαλμωνέως γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος, παρὰ τοῖς Ἐνιπέως τοῦ ποτα- μοῦ ῥείθροις κατέλιπε. τὸν μὲν οὖν ἕτερον κύων, ἀφαιρεθέντων αὐτῆς τῶν πόνων, παρέχουσα θηλὴν ἔτρεφε· τὸν δὲ ἕτερον ἵππος κατὰ τὸ μέτωπον ἐπάτησεν. ἐπελθόντες οὖν οἱ ἱπποφορβοὶ ἀνελόμενοί τε τὰ παιδία ἔτρεφον, καὶ ὠνόμασαν τὸν μὲν, ἐπεὶ ἐκ συνδρομῆς αἵματος ἐπελιώθη, Πελίαν, τὸν δʼ ἕτερον, ἐπεὶ κύων κατηλέησεν, Νηλέα.

335. ἐπὶ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατὶ, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχὴν, ἐπεὶ ἐν ἑτέροις φησὶ “τοῦ δʼ ἀπὸ μὲν κτιδέην” (458).

[*](1. et 14. τοῦ] om. Cobetus. 3. οὕτως Cobetus] οὗτος 17. In marg. inter. οὕτω διὰ τοῦ διὰ τοῦ ο] διὰ τοῦ α Cobetus, si ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχου. alii ἀνίσχεο legerint. 18. μὴ addidit Bekkerus. 5. ἀντωνυμίας Lehrsius] ἄρθρου 20. λευκοῦ λύκου] *λευκοῦ,τεφρώ- 14. τὸ et τοῦ om. δους 15. δέον τὸ (δέοντο A)] δεῖν τὸ 24. πόνων] *τέκνων)
358

ὅτι νῦν μὲν ἀμφίβολον πότερον κτιδέην ἢ συναλοιφὴν ἐκδεκτέον, ἰκτιδέην· διὰ μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει “τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην.”

κρατὶ δʼ ἐπὶ κτιδέην] ἀπὸ τοῦ κ ἡ ἀρχὴ, ἐπεὶ καὶ ἐν ἑτέροις κτιδέην. τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ λέγεται παρὰ τῷ ποιητῇ. ὶκτὶς γάρ ἐστιν, ὡς Νίκανδρος “ἰκτίδος ἥ τʼ ὄρνισιν” (Ther. 196). τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατʼ ἔκτασιν οὐδὲ κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖδος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὕτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς.

κτιδέη ἡ ἐξ ἰκτίδος δέρματος πεποιημένη. ἰκτὶς δέ ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς καὶ δασύτερον, παρα- πλήσιον δέ. οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.

336. *ἐπὶ νῆας] γρ. ποτὶ νῆας.

338. ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ, ἐν Ὀδυσσείᾳ δὲ τὸ ἄθροισμα.

341. * οὗτός τοι] Ἀρίσταρχος οὗτός τις. ὡμολόγουν καὶ αἱ πλείους.

343. ἤ τινα συλήσων νεκύων] ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ (387) οὐκέτι, λεγόμενος πρὸς Δόλωνα.

* Ἀρίσταρχος τεθνηώτων.

346. *παραφθαίῃσι] οὕτως σχεδὸν αἱ πᾶσαι.

347. * ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται.

*ποτὶ νῆας] Ἀρίσταρχος ἐπὶ νῆας.

349. ὣς ἄρα φωνήσαντε] οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδὲν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνή- σαντε· σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου “τοίω γάρ τοι νῶῖ θεῶν ἐπιταρρόθω εἰμὲν Ζηνὸς ἐπαινήσαντος,ʼ ἐπιφέρει “τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετ᾿ ἀθανάτους ἀπεβήτην” (Il. 21, 287). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο· “ὣς ἔφατ᾿, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην.”

[*](6—10. ἰκτὶς—ἰκτίδος] ἴκτις —ἴκ- 11. *καὶ δασύτερον] Post π. δέ 22. τεθνηώτων] Corrige κατατεθ- τιδος 7. οὐδἐ] οὔτε νηώτων 9. *συστέλλεται] συστέλλεσθαι)
359

* ὅτι τοῦ Ὀδυσσέως εἰπόντος μόνου εἶπεν συλληπτικῶς ὡς ἄρα φωνήσαντε.

*διασταλτέον ἐπὶ τὸ φωνήσαντε.

350. ἀφραδίῃσι] ἀθεωρησίᾳ· ἀπείρηκται γὰρ ἀπὸ διανοίας εἰς αἴσθησιν, ὁμοίως τῷ “τὸν δʼ ἐφράσατο προσιόντα” (339).

351. ἐπὶ] οὐδὲ ἐνθάδε ἀναστρεπτέον· μεταξὺ γὰρ πάλιν σύν- δεσμος, ἐφ’ ὅσον ὅρια.

ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει.

πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλεται, ὁμοίως τῷ “οὐδʼ εὐήρε’ ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται” (Od. 11, 125).

353. *νειοῖο] ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο.

νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ.

πηκτὸν ἄροτρον] τὸ τὸν γύην προσπεπηγότα ἔχον· αὐτόγυον δὲ τὸ ἐξ αὐτοῦ μονόξυλον· καὶ Ἡσίοδός φησι “δοιὰ δὲ θέσθαι ἄροτρα πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν” (O. 433).

354. * Ἀρίσταρχος ἐπεδραμέτην.

τὼ μὲν ἐπιδραμέτην] ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν, ὅτε οὐ γινώ- σκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διῶξαι.