Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
183.-192. Ἡ δωδεκάτη αὕτη στροφὴ κώλων ἐστὶ ιδ′. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ καὶ ἰωνικοῦ. τὸ β′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ σπονδείου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, ἀντισπάστου καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ καὶ χοριάμβου. τὸ ε′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ϛ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ′ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, ἐπιτρίτου γ′ καὶ τροχαίου. τὸ η′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ὃ καλεῖται Σαπφικὸν, ἢ Ἱππωνάκτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ τρίτου καὶ συλλαβῆς. τὸ θ′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου πρώτου, χοριάμβου καὶ ἀμφιβραχέος. τὸ
ι′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον. τὸ ια′ χοριαμβικὸν ἐκ χοριάμβου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. τὸ ιβ′ χοριαμβικὸν ἐκ δύο χοριάμβων, καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ιγ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ ιδ′ ὅμοιον ἡμιόλιον· εἰ δὲ βούλει, δακτυλικὸν ὅμοιον τῷ ιβ′. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσαι ὡς τέλος ἔσχε τὰ ἀνομοιόστροφα.193.-201. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων θ′. ἐπὶ τῷ τέλει κορωνὶς διὰ τὸ εἰσέρχεσθαι τὸν χορὸν καὶ ὑποχωρεῖν τοὺς ὑποκριτάς.
202.-238. Τὰ παρόντα εἴδη ἑτέρως εἰσὶν ἐσχηματισμένα· τὰ μὲν γάρ εἰσι μονοστροφικὰ [καὶ μερικὰ] κατὰ σχέσιν ἄτακτα, καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους. εἰσὶ δὲ τὰ κατὰ σχέσιν μιᾶς στροφῆς. εἰσὶ γοῦν τῆς μονοστρόφου στροφῆς τὰ κῶλα λϛ′. τὸ α′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου πεντασυλλάβου, διαλελυμένης τῆς πρώτης μακρᾶς εἰς δύο βραχείας, καὶ διιάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τετάρτου καὶ τρίτου, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ συλλαβῆς. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, περίοδος ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου. τὸ δ’ ὅμοιον ἐκ δισπονδείου καὶ βακχείου. τὸ ε′
ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τρίτου καὶ ἰάμβου· εἰ δὲ βούλει, ἀναπαιστικὸν ἑφθημιμερὲς ἐκ χορείου καὶ δακτύλων. τὸ ϛ′ ἰωνικὸν δίμετρον καταληκτικὸν ἐκ διτροχαίου καὶ βακχείου. τὸ ζ′ ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τρίτου, ἢ ἰωνικοῦ, διὰ τὴν ἀδιάφορον. τὸ η′ προσοδιακὸν τρίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπ’ ἐλάσσονος, χοριάμβου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ θ′ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ τετάρτου ποδὸς χορείου. τὸ ι′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς ἰάμβου. τὸ ια′ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ διάμβου, ἐπιτρίτου τετάρτου καὶ ἀμφιβάρχεος. τὸ ιβ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ, ἐπιτρίτου τετάρτου καὶ συλλαβῆς. τὸ ιγ′ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ διιάμβου. τὸ ιδ′ ὅμοιον τῷ γ′. τὸ ιε′ ὅμοιον ἐξ ἐπιτρίτου τρίτου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ τρίτου ποδὸς ἀναπαίστου. τὸ ιϛ′ ὅμοιον τῷ α′. τὸ ιζ′ ὅμοιον τῷ γ′. τὸ ιη′ δακτυλικὸν τετράμετρον, ἤτοι δίμοιρον ἔπους. ἔστι δὲ ἀκέφαλον, διὰ τὸ ἐκ βραχείας ἄρχεσθαι. τὸ ιθ′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ κ′ ὅμοιον τῷ α′. τὸ κα′ ὅμοιον κατὰ πάντα. τὸ κβ′ ὅμοιον τῷ ιγ′. τὸ κγ′ ὅμοιον τῷ γ′. τὸ κδ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου καὶ διιάμβου καὶ συλλαβῆς. τὸ κε′ ὅμοιον τῷ α′. τὸ κϛ′ ὅμοιον τῷ γ′. τὸ κζ′ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου, χοριάμβου καὶ σπονδείου. τὸ κη′ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον· εἰ δὲ βούλει, ἀναπαιστικὴ βάσις. τὸ κθ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ διτροχαίου. τὸ λ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ διτροχαίου. τὸ λα′ ὅμοιον ἐκ δισπονδείου καὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος κατὰ συνίζησιν. τὸ λβ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς πεντασυλλάβου διὰ τὴν ἀδιάφορον. τὸ λγ′ ὅμοιον τῷ λα′, ἐξ ἐπιτρίτου πρώτου καὶ ἰωνικοῦ κατὰ συνίζησιν. τὸ λδ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. τὸ λε′ ὅμοιον τῷ ιη′. τὸ δὲ λϛ′ ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον ἐξ ἰωνικοῦ καὶ τροχαίου· εἰ δὲ βούλει, ἀναπαιστικὸν πενθημιμερές. ταῦτά ἐστι τῆς μονοστρόφου στροφῆς τὰ κῶλα.