Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

811.

δυσδαίμων δ’ ἔρις
: μετὰ δὲ ταῦτα δυσδαίμων ἔρις ἄλλη αὔξεταί κατὰ τοὺς οἴκους τοῦ Οἰδίποδος τῶν παίδων. ἄλλη δὲ ἔρις ἄλλα ποιεῖ κατὰ διαδοχὴν, κατὰ τὴν πόλιν καὶ τὸν οἶκον τῶν Οἰδίποδος παίδων· κακοὶ γὰρ ὄντες κακὰ πάσχουσιν, ὡς παρὰ φύσιν τεχθέντες. A.B. C.M.I.

814.

οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ’ ἔφυ καλόν
: τὸ πρῶτον οὐ περιττόν ἐστιν. A.B.M.T. οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν, ὅπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης μὴ ἔφυ καλῆς. τοῦτο δέ φησι διὰ τὸν Οἰδίποδα παρανόμως γήμαντα τὴν μητέρα καὶ παρανόμως παῖδας τεκόντα. τοῦτο οὖν φησι, τὸ μὴ καλὸν γενόμενον οὔποτε ἐπαινέσομεν· οὐδὲ γὰρ αὐτοῖς γέγονεν, ἢ ἔστι καλόν. A.B. C.M.T.I.