Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ἐπιπέμπει: ἀντὶ τοῦ ἔπεμπεν. B.M.
811.-817.
δυσδαίμων δ’ ἔρις: ἄλλη δὲ πάλιν ἔρις δυστυχὴς αὔξει κατὰ τὰ δώματα καὶ τὴν πόλιν τῶν παίδων τοῦ Οἰδίποδος. καὶ γὰρ ὃ μὴ καλὸν τῇ φύσει, οὐδέποτε ὑπάρχει καλὸν, οὐδὲ οἱ μὴ νόμιμοι παῖδες, καλοὶ δηλονότι, ὡς ὁ Οἰδίπους, τὸ κακὸν γέννημα τῆς μητρὸς, τὸ μεμιασμένον σπέρμα τοῦ πατρός. ἡ δὲ Ἰοκάστη ἦλθε λέχος εἰς συγγενικόν. Gr. I. ἄλλη δὲ ἔρις καὶ φιλονεικία τῶν παίδων τοῦ Οἰδίποδος ὁ νῦν λεγόμενος πόλεμος αὔξεται κατὰ τὰ δώματα καὶ κατὰ τὴν πόλιν· οὐ γάρ ποτε ἔφυ καλὸν ὃ μὴ ἦν ἐν ἀρχῇ καλόν· τουτέστιν, ἐπειδὴ ἡ συνέλευσις τοῦ Λαΐου οὐ καλὸν ἦν, καὶ ἔτι μᾶλλον τοῦ Οἰδίποδος, διὰ τοῦτο καὶ οἱ ἀπ’ ἐκείνων καταγόμενοι οὐ καλοὶ ἦσαν, ἀλλὰ παράνομοι, ὅθεν καὶ τὰ παρόντα εἰς αὐτοὺς κακὰ ἐκ τοῦ μὴ εἶναι καθαροὺς συμβέβηκε· πρὸς τοῦτο γὰρ ἡ κατασκευή ἐστιν, ἐπήγαγε δὲ ἢ πρὸς μόνην τὴν τοῦ Οἰδίποδος παρανομίαν, ἢ τὴν Λαΐου, λέγων, οὐδ’ οἱ μὴ νόμιμοι παῖδες καλὸν, ἀπὸ κοινοῦ λόχευμα τῇ μητρὶ, ὄντες μίασμα καὶ παρανομία τοῦ πατρός· ἡ δὲ μήτηρ εἰς τὸ υἱοῦ αὐτῆς λέχος ἦλθεν. Gu.